Fragmenta
Speusippus
Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
41. Χρηστότης ἤθους ἀπλαστία μετ’ εὐλογιστίας· ἤθους σπουδαιότης.
42. Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων.
43. Μεγαλοψυχία χρῆσις τοῖς ξυμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου.
44. Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις μνήμη μετ’ εὐεργεσίας.
45. Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ θεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς.
46. Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν.
47. Ἀφοβία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους.
48. Ἀπάθεια ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη.
49. Εἰρήνη ἡσυχία ἐπ’ ἔχθρας πολεμικάς.
50. Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς.
51. Δεινότης διάθεσις καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστι τοῦ ἰδίου τέλους.
52. Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια περὶ βίου κοινωνίαν μετ’ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι καὶ παθεῖν.
53. Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς λόγους καὶ πράξεις.
54. Αἵρεσις δοκιμασία ὀρθή.
55. Εὔνοια αἵρεσις· ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός.
56. Οἰκειότης ταὐτοῦ γένους κοινωνία.
57. Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημάτων καὶ ὑπολημμάτων.
58. Ἀγάπησις ἀπόδειξις παντελής.
59. Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει.
60. Ἑταιρεία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθ’ ἡλικίαν γεγενημένοις.