Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

21. Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθ’ αὑτὴν ἐπαινετή· ἕξις καθ’ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθ’ ἣν τὸ διακείμενον τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας.

22. Φρόνησις δύναμις ποιητικὴ καθ’ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθ’ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον.

23. Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἕξις καθ’ ἣν ὁ ἔχων προαιρετικός ἐστι τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ ὀρθῶν νόμων.

24. Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν· ἕξις καθ’ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή.

25. Ἀνδρία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινθαρσαλέα δύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίῤῥοπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων περὶ τὰ δεινά· ἐμπειρία πολέμου· ἕξις ἐμμενητικὴ νόμου.

26. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος τῷ ὀρθῷ λογισμῷ.

27. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθ’ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν.

28. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά.

29. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ.

30. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν.

31. Ἀλυπία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας.

32. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον.

33. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου:

34. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθ’ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας.

35. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή.

36. Πραότης κατάστασις κινήσεως τῆς ὑπ’ ὀργῆς κρᾶσις ψυχῆς σύμμετρος.

37. Κοσμιότης ὕπειξις κουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περἱ κίνησιν σώματος.

38. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατ’ ἀρετήν· ὠφέλεια αὐτάρκης ζωῆς.

39. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν καὶ τὸ σεμνότατον.

40. Ἀγχίνοια εὐφυΐα ψυχῆς, καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἐν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ.