Fragmenta
Speusippus
Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
211. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. Τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικίοις οὕτως·
Ἁλίας στραβήλου τῆσδε τέκνον εἴ τινα δυναίμεθ’ εὑρεῖν.Ἔτι ὅ Σπεύσιππος ἑξῆς πάλιν ἰδοί καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας.
212. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον.
213. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον.
214. Καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων.
215. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ἐμφερεῖς φησιν εἶναι μελάνουρον καὶ κορακῖνον.
216. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακα καὶ σμαρίδας.
217. Πέρκαι. Τούτων μέμνηται Διολῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα.
218. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα.
219. Τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν καὶ τευθίδα.
220. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν.