Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

221. Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων Ῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάῥῥινον, ὅμοια.

222. Μνημονεύει δ’ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων.

223. Καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ σ κῶπας αὐτοὺς ὀνομάζει.

224. Ἔστι δ’ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τρυγονίῳ, ὡς ὡΣπεύσιππος παρίστησιν ἐν τετάρτῳ Ὁμοίων.

225. Σπεύσιππος δ’ ἐμφερῆ φησιν εἶναι κόκκυνα, χελιδόνα, τρίγλαν.

226. Οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος, ὁ λάτωνος ἀκουστὴς καὶ συγγενής. Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος, ἔτι δὲ τῆς φιλαργυρίας, ἐρανίζεσθαί τι παρὰ πολλῶν αὐτὸν δειλέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας φιληδονίας αὐτοῦ διεξερχόμενος, ἔτι δὲ τῆς φιλαργυρίας, ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων] ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς ρκαδικῆς ἑταίρας ἔρωτα, ἐπὶ πᾶσί τε λέγει τάδε· Σύ τισι φιλαργυρίαν ὀνειδίζεις, αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδίας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὁν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;

227. Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθενία τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία, ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησί· καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἐστὶ τὴν φιλοσοφίαν καταμαθεῖν· καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας ἐποίει, σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόντων καὶ ἀκόντων λαμβάνεις.

228. Βούλομαί σε μετὰ παιδιᾶς παῤῥησιάσασθαι, ἐπειδὴ σὺ καὶ πρὸς ἐμὲ προεισβέβληκαςᵃ τῷ τρόπῳ τούτῳ. Λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν,ᵇ ἀλλὰ τοῦ μὲν ἥδεσθαι, ᾧ Λασθενία καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριάρεω.

229. Ἤδη δὲ τῶν παλαιῶν οἱ μὲν πάντα θεωρήματα καλεῖν ἠξίωσαν, ὡς οἱ περὶ Σπεύσιππον καὶ Ἀμφίνομον, ἡγούμενοι ταῖς θεωρητικαῖς ἐπιστήμαις οἰκειότερον εἶναι τὴν τῶν θεωρημάτων προσηγορίαν τὴν τῶν προβλημάτων, ἄλλως τε καὶ περὶ ἀϊδίων ποιουμέναις τοὺς λόγους. Οὐ γάρ ἐστι γένεσις ἒν τοῖς ἀϊδίοις, ὥστε οὔτε τὸ πρόβλημα χώραν ἐπὶ τούτων ἂν ἔχοι, γένεσιν ἐπαγγελλόμενον καὶ ποίησιν τοῦ μήπω πρότερον ὄντος, οἷον ἰσοπλεύρου τριγώνου σύστασιν, ἢ τετραγώνου δοθείσης εὐθείαςᵇ ἀναγραφήν, ἢ εὐθείας πρὸς τῷ δοθέντι σημείῳ θέσιν. Ἄμεινον οὖν, φασί, λέγειν ὅτι πάντα ταῦτα ἔστι. Τὰς δὲ γενέσεις αὐτῶν οὐ ποιητικῶς, ἀλλὰ γνωστικῶς ὁρῶμεν, ὡς ἃν εἰ γιγνόμενα λαμβάνοντες τὰ ἀεὶ ὄντα. Ὥστε καὶ πάντα θεωρητικῶς ἐροῦμεν,ᶜ ἀλλ’ οὐ προβληματικῶς λαμβάνεσθαι. Οἱ δὲ ἀνάπαλιν πάντα προβλήματα λέγειν ἐδικαίουν, ὡς οἱ περὶ Μέναιχμον μαθηματικοί· τὴν δὲ προβολὴν εἶναι διττήν, ὁτὲ μὲν πορίσασθαι τὸ ζητούμενον, ὁτὲ δὲ ᵈ περιωρισμένον λαβόντας ἰδεῖν ἢ τί ἐστιν, ἢ ποῖόν τί ἐστιν, ἢ τί παθόν, ἢ τίνας ἔχει πρὸς ἄλλο σχέσεις. Καὶ λέγουσι μὲν ὀρθῶς ἀμφότεροι. Καὶ γὰρ οἱ περὶ Σπεύσιππον καγένεσιν λῶς. Οὐ γὰρ τοιαῦτά ἐστι τὰ προβλήματα γεωμεμείου τρίας, οἶα τὰ μηχανικῆς. Αἰσθητὰ γὰρ ταῦτα καὶ ἔχοντα, καὶ παντοίαν μεταβολήν. Καὶ οἱ περὶ τὸν Μέναιχμον. στὶν, ἢ ποῖόν τι ἐστι, ἢ τί πόθεν.

230. Καθόλου γάρ φησιν ὁ Σπεύσιππος, ὧν ἡ διάνοια τὴν θεωρίαν ποιεῖται, τὰ μὲν οὐδεμίαν ποικίλην ποιησαμένη διέξοδον προβάλλει, καὶ προσευτρεπίζει πρὸς τὴν μέλλουσαν ζήτησιν, καὶ ἔχει τούτων ἐναργεστέραν ἐπαφὴν μᾶλλον, ἢ τῶν ὁρατῶν ἡ ὄψις, τὰ δὲ ἐκ τοῦ εὐθέος αἱρεῖνᵃ ἀδυνατοῦσα, κατὰ μετάβασιν ἀπ’ ἐκείνων διαβαίνουσα, κατὰ τὸ ἀκόλουθονᵇ αὐτῶν ἐπιχειρεῖται τὴν θήραν. Οἷον τὸ μὲν ἀπὸ σηγραμμὴν εὐθεῖαν ἐπὶ σημεῖον ἀγαγεῖν ὡς πρόχειρον λαμβάνει καὶ εὐπόριστον. Τῇ γὰρ ὁμαλῇ ῥύσει

τοῦ σημείου συγκειμένη καὶ προϊοῦσα, τῷ μηδαμοῦ μᾶλλον καὶ ἧττον ἀπονεύειν, εἰς τὸ ἕτερον καταπίπτει σημεῖον. ᵉ Πάλιν εὐθείας τοῦ μὲν τῶν περάτων μένοντος τὸ δὲ περὶ αὐτὸ κινούμενον,ᶠ γέγραφε τὸν κύκλον. Εἰ δέ τις ἕλικα μονόστροφον γράφειν ἐθελήσειε, ποικιλωτέρας δεῖται μηχανῆς. Καὶ γὰρ κινήσεις ποικίλαι γεννῶσιν αὐτήν.