Fragmenta
Speusippus
Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
201. Ἐν ἰδέᾳ τοῦ πάντη διαστατοῦ Σπεύσιππος (τὴν οὐσίαν τῆς ψυχῆς ἀφωρίσατο).
202. Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ, τὸ περὶ τὴν τοῦ μέσου χώραν· τὰ δ’ ἄκρα καὶ ἑκατέρωθεν.
203. Σπεύσιππος δέ, ἐπεὶ τῶν πραγμάτων τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά, τῶν μὲν νοητῶν κριτήριον ἔλεξεν εἶναι τὸν ἐπιστημονικὸν λόγον, τῶν δὲ αἰσθητῶν τὴν ἐπιστημονικὴν αἴσθησιν. Ἐπιστημονικὴν δὲ αἴσθησιν ὑπείληφε καθεστάναι τὴν μεταλαμβάνουσαν τῆς κατὰ τὸν λόγον ἀληθείας. Ὥσπερ γὰρ οἱ τοῦ αὐλητοῦ
ἢ ψάλτου δάκτυλοι τεχνικὴν μὲν εἶχον ἐνέργειαν, οὐκ ἐν αὐτοῖς δὲ προηγουμένως τελειουμένην, ἀλλ’ ᵃ ἐκ τῆς πρὸς τὸν λογισμὸν συνασκήσεως ἀπαρτιζομένην, καὶ ὡς ἡ τοῦ μουσικοῦ αἴσθησις ἐνέργειαν μὲν εἶχεν ἀντιληπτικὴν τοῦ τε ἡρμοσμένου καὶ τοῦ ἀναρμόστου, ταύτην δὲ οὐκ αὐτοφυῆ, ἀλλ’ ἐκ λογισμοῦ περιγεγονυῖαν, οὕτω καὶ ἡ ἐπιστημονικὴ αἴσθησις φυσικῶς παρὰ τοῦ λόγου τῆς ἐπιστημονικῆς μεταλαμβάνει τριβῆς πρὸς ἀπλανῆ τῶν ὑποκειμένων διάγνωσιν.204. Σπεύσιππος δὲ οὐ καλῶς λέγει φάσκων ἀναγκαῖον εἶναι, τὸν ὁριζόμενον πάντα εἰδέναι· δεῖ μὲν γάρ, φησί, γινώσκειν τὰς διαφορὰς αὐτοῦ πάσας αἷς τῶν ἄλλων διενήνοχεν· ἀδύνατον δὲ εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον, μὴ εἰδότας αὐτὸ ἕκαστον.
205. Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ἀδύνατόν ἐστιν ὁρίσασθαί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα.
206.Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον. Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους δι’ ὧν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. Ἐπεχείρει γὰρ οὕτω δεικνύειν καὶ ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων δι’ ὁρισμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθ’ ἃς διαφέρουσιν ἀλλήλων· οὕτω γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινός, ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων.
207. Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. Τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας
ἕτερος ἂν γάρ τις αποδιδῷ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἐκατέρου λόγον ἀποδώσει. Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἶον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς. Ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός· ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν κατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν λόγον ἀποδώσει.208. Σπεύσιππος δέ, ὥς φασιν, ἠρκεῖτο λέγειν ὁ δὲ λόγος ἕτερος. Καίτοι εἴ τις οὕτως ἀποδοίη, καὶ τὰ συνώνυμα ὁμώνυμα ἔσται καὶ τὰ ὁμώνυμα συνώνυμα. Ἡμῖν γὰρ καὶ τοῖς ἵπποις ὄνομα κοινὸν τὸ ζῷον, οἱ δὲ λόγοι ἕτεροι, καθὸ ἄνθρωπος καὶ ἵππος· ἔσται οὖν τὸ συνώνυμον ὁμώνυμον. Καὶ πάλιν ὁ θαλάττιος κύων καὶ ὁ χερσαῖος κατὰ τὸ ζῷον τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἔσται τὰ ὁμώνυμα συνώνυμα, διότι οὐ καθὸ ἦν ὁμώνυμα, κατὰ τὸν κύνα, ἀπεδόθη αὐτῶν ὅ ὁρισμὸς ἀλλὰ κατὰ τὸ ζῷον. Ἀναγκαία οὖν ἡ κατὰ τοὔνομα προσθήκη. Ὁ δὲ λόγος σημαίνει μὲν καὶ τὸν ἐν ταῖς ψήφοις λογισμόν, σημαίνει δὲ καὶ τὸν ἐνδιάθετον κατὰ τὴν ἔννοιαν, σημαίνει δὲ καὶ τὸν προφορικὸν καὶ τὸν σπερματικόν, σημαίνει δὲ καὶ τὸν ἑκάστου περιηγητικὸν καὶ ὁριστικόν. Λόγον δὲ εἶπε καὶ οὐχ ὁρισμόν, ἵνα καὶ τὴν ὑπογραφικὴν ἀπόδοσιν περιλάβῃ, ἥτις καὶ τοῖς γένεσι τοῖς ἀνωτάτω καὶ τοῖς ἀτόμοις ἐφαρμόττει, ὁρισμῷ μὴ δυναμένοις περιληφθῆναι, διότι οὔτε τῶν ἀνωτάτω γενῶν γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων διαφοράς, ἡ δὲ ὑπογραφὴ τὴν ἰδιότητα τῆς οὐσίας ἀποδιδοῦσα καὶ ἐπὶ ταῦτα φθάνει. Διὸ οὐδὲ ἁπλῶς εἶπε τὸν κατὰ τοὔνομα λόγον ἀλλὰ τὸν τῆς οὐσίας λόγον, διότι ὁ μὲν ὑπογραφικὸς λόγος τὴν ἰδιότητα τῆς οὐσίας ἀφορίζει, ὁ δὲ ὁριστικὸς τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν οὐσίαν αὐτήν. Ὁ οὖν λόγος τῆς οὐσίας καὶ τὸν ὁριστικὸν λόγον καὶ τὸν ὑπογραφικὸν περιείληφεν. Ὥστε μάτην ἐγκαλοῦσι πάλιν οἱ περὶ τὸν Νικόστρατον ὡς ἐν μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῷ Ἀριστοτέλει.
209. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων φησὶ σίον ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν.
Ἄμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.Σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.
210. Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν. καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει.