Fragmenta
Speusippus
Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
1. Ἀΐδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον.
2. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀΐδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία.
3. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι.
4. Ἥλιος πῦρ οὐράνιον, ὃ μόνον ἀπ’ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι· ἄστρον ἡμεροφανές· ζῷον ἀΐδιον, ἔμψυχον, τὸ μέγιστον.
5. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς.
6. Ἡμέρα ἡλίου πορεία ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί.
7. Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου.
8. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν.
9. Δείλη ἡμέρας τελευτή.
10. Νὺξ σκότος, τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις.
11. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτουᵃ αἰτία δαιμονίας πράξεως.
12. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη.
13. Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν.
14. Ἀὴρ στοιχεῖον οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν.
15. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος.
16. Ψυχὴ τὸ αὐτὸ ἑαυτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῴων.
17. Δύναμις τὸ καθ’ αὑτὸ ποιητικόν.
18. Ὄψις ἕξις διακριτικὴ σωμάτων.
19. Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς.
20. Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα.