Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

191. Ἐκ τῆς Σπευσίππου πρὸς Δίωνα ἐπιστολῆς.

Ἔγραψε δὲ καὶ Σπεύσιππος αὐτῷ, μὴ μέγα φρονεῖν, εἰ πολὺς περὶ αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλ’ ὁρᾷν, ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν, εὐκλεᾶ θήσει τὴν ἀκαδημίαν.

192. Οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν οὕτως Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον, ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. Διατρέφων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι. Τοῦτο δ’ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη.

193. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον, ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων· ὁ νόμος, λόγος ὢν ὀρθός, σπουδαῖος ἃ καὶ ἐστιν.

194. Σπεύσιππός τε, ὁ Πλάτωνος ἀδελφιδοῦς, τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν, ἢ ἕξιν ἀγαθῶν· ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. Εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί.

195. Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ.

196. Ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἡ μὲν γὰρ ἁπλῶς κακόν, ἡ δὲ τῷ πὴ ἐμποδιστική. Τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τε καὶ κακόν, ἀγαθόν. Ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι Ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις· ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.

197. Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς ἑκάστης οὐσίας, ἄλλην μὲν ἀριθμῶν, ἄλλην δὲ μεγεθῶν, ἔπειτα ψυχῆς· καὶ τοῦτον δὴ τὸν τρόπον ἐπεκτείνει τὰς οὐσίας.

198. Ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος, τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι, τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται.

199. Σπευσίππῳ παραλυθέντι τὰ σκέλη Διογένης ἐξαγαγεῖν αὑτὸν τοῦ βίου παρῄνει, ὁ δὲ, οὐ τοῖς σκέλεσιν, ἔφη, ζῶμεν, ἀλλὰ τῷ νῷ.

200. Σπεύσιππος θεὸν τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δὲ [ἀπεφήνατο].