Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

εἰ μὲν γὰρ Μιλτιάδης ὁ στρατηγὸς μφισβήτει τοῦ λόγου, παρεχώρησα ὡς ἀρχῇ μείζονι· καὶ γὰρ τὸ τὸν ἀποιχόμενον ἄρχοντα ἔλαττον ἢ πρότερον γέρας σχεῖν . . . . εἰκός ἐστι τὸ τῆς μοίρας ἐνδεὲς τῷ πλείονι τῆς τιμῆς παραμυθουμένους· τούτου δὲ τῆς πείρας ταύτης ἀφεστηκότος τίς Καλλιμάχου πρότερός ἐστιν;

Εὐφορίων, μὴ λύε τάξιν Μαραθωνίαν· μηδʼ εἰς τὸ πρόσθεν τῷ πολεμάρχῳ δίδωσι τὸν λόγον ὁ νόμος τῆς δημοσίας ταφῆς. καὶ γὰρ εἰ περιὼν τύχοι, οὗτός ἐστιν ὁ τὴν πρόθεσιν [αὐτῶν] ποιούμενος καὶ καλῶν ἐπὶ τὸν λόγον καὶ παντὸς ἐπιμελόμενος τοῦ τάφου.

ἐκ μὲν

δὴ τῆς διὰ τῶν ἔργων --- πολλοῦ δεῖ Κυναιγείρῳ πρὸς Καλλίμαχον εἶναι παραβολήν· ὁ μὲν γὰρ ἅπαντας εἰς Μαραθῶνα ἦγε συνθήματι, ὁ δὲ ἐδέχετο· ὁ μὲν ἐκέλευεν, ὁ δὲ ἐπείθετο· ὧν δʼ οἱ πειθόμενοι καὶ κελευόμενοι ποιοῦσιν, αἴτιοι τούτων οἱ πείσαντες καὶ κελεύσαντές εἰσιν ὥσπερ μαθητῶν μὲν παιδεύσεως οἱ διδάσκαλοι, χορῶν δὲ δῆς οἱ χοροδιδάσκαλοι, ναυτῶν δὲ εὐπλοίας οἱ κυβερνῆται [στρατιωτῶν ἀρετῆς οἱ πολέμαρχοι καὶ στρατηγοί], ὥσθʼ ὧν Κυναίγειρος ἐτόλμησεν, καὶ τούτων Καλλίμαχος διδάσκαλος. ἐβόα γὰρ ἐγκελευόμενος μὴ φείδεσθε μήτε χειρῶν μήτε ὀφθαλμῶν μήτε ὅλων σωμάτων. ὧν δὲ Καλλίμαχος ἐλαμπρύνετο, τούτων [οὐδὲν] οὔτε εἰς Κυναίγειρον οὔτε εἰς ἄλλον ἔστι ποιήσασθαι τὴν ἀναφορὰν ἀλλὰ μόνον αὐτὸν τὸν πεποιηκότα.

καὶ Κυναίγειρος μὲν νεώτερος ὢν ταῦτα ηὐθαδιάσατο, Καλλίμαχος δὲ πρεσβύτερος, ὥσθʼ ὁ μὲν ἡλικίας θερμότητι τολμηρός, ὁ δὲ ἀνὴρ ἀγαθὸς ὢν ἀρετῆς ἐβεβαίου κρίσιν καὶ τὴν τοῦ σώματος ῥώμην ἐλάττων καθʼ ἡλικίαν ὑπάρχων ἐκ μόνης ἀρετῆς ὑπερέβαλλε.

Καλλίμαχος μὲν οὖν ἐν τῇ τῶν δεινῶν ἀκμῇ τοῖς βαρβάροις παρετάξατο καὶ θαλάττης ἐπιχωριαζούσης δίκην *ἐκ

τῆς Ἤλιδος* εἰς τὴν Ἀττικὴν τὴν Ἀσίαν ῥέουσαν ἀπεώσατο, ἐν ᾧ πᾶς ὁ κίνδυνος καὶ τῆς ἀρετῆς ὁ καιρὸς ἦν·

Κυναίγειρος δὲ φευγόντων ἤδη πεφοβημένων, ὑπὸ τοῦ Καλλιμάχου τετραμμένων, δεδιωγμένων, εἰς τὴν θάλασσαν συνεληλαμένων, ἐν ταῖς ναυσὶν ὄντων, λυόντων τὰ ἀπόγεια μιᾶς νεὼς (ἔσχετο) πρύμνης. ἔστι δὲ τὸ μὲν ἄκρας εὐτυχίας καὶ περιττῆς τινος ἀρετῆς τῶν κρατίστων πολέμων ἄθλους ὑφίστασθαι, τὸ δὲ παντὸς ἤδη καὶ τοῦ τυχόντος διώκειν τὸν φεύγοντα καὶ τοῖς τετραμμένοις ἐπεμβαίνειν.

οὕτω γὰρ δὴ καὶ γυναῖκες ἀνδράσιν ἐπιτίθενται καὶ κύνες κατὰ λεόντων θρασύνονται. ὅταν γὰρ τὸ τῶν πολεμίων φοβερὸν οἴχηται, τότε παντὶ τολμᾶν πρόχειρον καὶ τὸ φρόνημα τῶν ἑλόντων γίνεται οὐκ ἐξ οἰκείας ἀρετῆς ἀλλʼ ἐκ τῆς τοῦ πολεμίου κακότητος πεπορισμένον· ἀρετῆς δὲ ἀγὼν ἐν ἀντιπάλῳ μὲν τῆς δυνάμεως, ἀσταθμήτῳ δὲ τῷ τῆς τύχης κρίνεται. ἃ μὲν οὖν Καλλίμαχος ρίστευσεν ἐν τῷ χαλεπῷ τοῦ δρᾶν καὶ φοβερῷ τοῦ παθεῖν ἐγένετο, ἃ δὲ θέλησε Κυναίγειρος ἐξουσία μὲν τοῦ ποιεῖν ἦν, ἄδεια δὲ τοῦ μὴ παθεῖν ἤδη τῶν πολεμίων τὸ χεῖρον ὡμολογηκότων καὶ τὴν ἀναγκαίαν σωτηρίαν ποριζομένων φυγῇ.

ὅλως δὲ τὰ μὲν Κυναιγείρου Καλλίμαχος παρεσκεύασεν· ἐκ γὰρ τῆς Καλλιμάχου μάχης προτέρας γενομένης καταπλαγέντες οἱ βάρβαροι τὰ νῶτα δείξαντες παρεῖχον τοῖς αὖθις ἐπιφερομένοις ῥᾳδίαν τὴν δίωξιν· τὰ δὲ Κυ

ναιγείρου δεύτερα καὶ τελευταῖα πεπραγμένα τῶν Καλλιμάχου λαμπρῶν ἀριστείαν αἰτεῖ ὥστε καὶ τοῦτο τὸν λόγον τῷ θατέρῳ παρασχεῖν.

δυνάμεώς ἐστιν ἔργον, οὐκ ἐπιδείξεως· κράτιστον δὲ ἔργον τῆς τοιαύτης αἰτίας τὸ πρεσβύτατόν [δύναμις] ἐστιν· ἔργων γὰρ μὴ πρότερον γινομένων οὐκ ἂν εἴη ἐπίδειξις. ἀρχὴ δʼ οὐκ ἄκαιρός τις ἦν ταῦτα καὶ τῶν ἐπʼ αὐτοῖς εὖ γε τεχνηθέντων αἰτία ὥσπερ τὰ θεμέλια τῶν οἰκοδομημάτων καὶ τῶν νεῶν αἱ τρόπεις καὶ πάντα ὅσα πρῶτα καὶ τὴν ἀρχὴν ἰσχυρὰν ἔχει.

ὅπερ δὲ ἡ Μαραθῶνι νίκη ἐδυνάμωσε πρὸς τὰς αὖθις γενησομένας ἁπάσας κατὰ τῶν βαρβάρων, τοῦτο καὶ Κυναιγείρῳ τὰ Καλλιμάχου τολμήματα· διὰ γὰρ τοῦτον ἀνέπνευσαν οἱ λοιποὶ καὶ φεύγοντας ἰδόντες τοὺς βαρβάρους ἐθάρρησαν· πρὸς γὰρ τοῦτον ὁρῶν τις καὶ ποδῶν καὶ χειρῶν μέλει τὸν ὅλου καὶ παντὸς ὑπεριδόντα τοῦ σώματος.

ἔτι δὲ Κυναίγειρος μὲν ἐκ γῆς πρὸς ναῦν ἐμάχετο, ἐκ τοῦ βεβαίου καὶ πολλοῦ πρὸς τὴν ἐν τῷ σφαλερῷ καὶ στενῷ, Καλλίμαχος δὲ πρὸς ἰσοστασίους αὐτῷ τοὺς βαρβάρους, ἤδη καὶ γῆς κυρίους, τοὺς ἀποβάντας ἐκ τῶν νεῶν καὶ τὸν Αἰγαῖον δεδουλωμένους καὶ τὴν κατάπληξιν

φοβερὰν ἐπιφέροντας ἐκ τῆς τῶν συνειλημμένων Ἑλλήνων ἁρπαγῆς·

καὶ Κυναίγειρος μὲν ἴσως καὶ ζήλῳ τῷ πρὸς Καλλίμαχον καὶ φιλοτιμίᾳ, Καλλίμαχος δὲ οὐχ ὑπʼ ἄλλου παρωξυμμένος οὐδὲ πρὸς ἕτερον φιλοτιμούμενος ἀλλʼ αὐθαιρέτῳ σπουδῇ. καὶ Καλλίμαχος μὲν ἀρετῆς παράδειγμα, Κυναίγειρος δὲ Καλλιμάχου μίμημα, ὁ μὲν τὴν χεῖρα μόνην, ὁ δὲ ὅλα τὰ μέρη τοῦ σώματος· πᾶσι γὰρ μεμάχηται καὶ τοῦ πολέμου πάντα μείζονα. καὶ ὁ μὲν μιᾷ τῶν ἀναγομένων ἐπεχείρησε νηί, ὁ δὲ πρὸς πάνθʼ ὁμοῦ τὰ βασιλέως ἔθνη παρετάξατο.

ὁ μὲν ἀνόητον ὅλως τὴν ἐπιβολὴν ἐποιήσατο· ἡ γὰρ ἐλπὶς αὐτῷ τῆς τόλμης ἀδύνατος ἦν. πῶς γὰρ χειρὶ νῆα ἐλάβετο; τίς δὲ ἂν ἐγένετο τοσοῦτος τῇ δεξιᾷ ὥστε, εἰ μὲν γνόησε κατασχεῖν οὐ δυνησόμενος, ἀλλὰ προσεδόκησε βιάσασθαι τριήρη δακτύλοις; λίθιον τὸ τόλμημα. εἰ δʼ εἶδεν ὡς τὸ τῆς πείρας ἀδύνατον, ἀλλʼ ὡς ἐν τοῖς ἀμηχάνοις τόλμα κυρεῖ, ἀλαζὼν ἡ προσποίησις ἦν. καὶ οὐκ ἀσφαλὴς οὐδὲ ἀναγκαία ἡ ἐπίδειξις τοῦ ἀπόρου σχήματος καὶ ματαία ἡ σκέψις διότι οὔτε ἀλαζὼν οὔτε ἀνόητος ἀρετή, οἷοι δὴ καὶ τυφλοὶ πόνοι πάντες οἱ περὶ τὰς ἀδυνάτους ἐπιθυμίας.

χρὴ δὲ ὁρᾶν οὐδὲν πρότερον οὔτε τέχνην ἔργοις ἐπιτιθεμένην οὐδὲ ἀρετὴν λόγοις ἀπειργασμένην ὡς τέλος τῆς ἐπιχειρήσεως εἰ δύνατον ἔτι καὶ

ληπτὸν τῇ φύσει καὶ δυναμένῳ καὶ πειρωμένῳ ἀνδρί. ἡ δὲ ναῦς ὅλη, μεστὴ πληρώματος καὶ τοσαύτης εἰρεσίας συγκεκροτημένης, πῶς ἦν ἐπιλήψιμος, πῶς ἀγώγιμος τοσούτῳ ὄγκῳ τῆς ἐλπίδος καὶ τῇ προσβολῇ τοῦ τολμήματος;

*μὴ τήν τινος μανικοῦ σχήματος τὸ ἄπορον τῆς ἐπιθυμίας καὶ τὸ μάταιον τῆς προσβολῆς ἄφρον καὶ ἀπέραντον* ἢ ἀνδρὸς οὐ βουλομένου ναῦν λαβεῖν ἀλλʼ ἀπολῦσαι. οὔκουν ἀρετὴν ἔτι τὴν ἀνόητον τόλμαν νοητέον ἀλλὰ μανίαν τὴν ἄχρηστον αὐθάδειαν.

εἴποι δὲ ἄν τις εὖ φρονῶν αὐτῷ· τί ταῦτα μωραίνεις, Κυναίγειρε, τί δʼ ἐπιχειρεῖς ναῦν κατασχεῖν ἀνθρωπίνῃ δεξιᾷ; τὸ τόλμημά σου φύσιν οὐκ ἔχει. τίς τοῦτο Γλαῦκος πόντιος, τίς Τρίτων ἐποίησε; μόνον δύναται μειράκιον ναῦν ἐπαγαγεῖν ἢ [ οσειδῶνος] δεξιὰ ἀνέμοις ἁμιλλᾶσθαι; πάρισος τίς εἷς τοσούτῳ πληρώματι; συναπάξει σε ἡ ναῦς πλέουσα, λήσεις πρύμνης ἐξηρτημένος, αἰχμάλωτος ἀκροστολίου γενόμενος.

γεγόνασιν ἐπὶ ναυσὶ μάχαι καὶ πολλαί· τοιαύτην καὶ

Ὅμηρος διηγήσατο· οὐδέ γε εἷλκέ τις ἐκείνας, ἀλλὰ πῦρ ἐνέβαλε, δᾷδας ἐκόμιζεν. αὕτη μόνη κατέχει ναῦν ἡ λαβή. ὁ δὲ σός, ὦ Εὐφορίων, υἱὸς μειράκιον τολμηρὸν ἦν καὶ τοῦ μὲν σώματος κατεφρόνει, μάχεσθαι δὲ εὐβούλως οὐκ πίστατο, οἴαν ἀπώλεσεν εἰκῇ δεξιάν.

διὰ ταῦτα Καλλίμαχος μὲν ἁπάντων ἔτυχεν ὧν θέλησε, πολλοὺς δὲ ἀφώπλισε, πάντας δὲ ἐφόβησεν, ἐφύλαξε δὲ τὴν στάσιν καὶ τεθνεώς· ὁ δὲ σὸς υἱὸς ὧδε τὴν ἐπίνοιαν ἐκαρπώσατο.

καὶ Καλλίμαχον μὲν οὐχ εἷς ἀπέκτεινεν, ἀλλὰ κοινὸν ἔργον τῆς Ἀσίας ἐγένετο· πάντα μὲν δόρατα ἐπὶ τοῦτον ἦλθε καὶ ψαῦσαι Καλλιμάχου φιλοτιμούμενα, πάντα δὲ ἀκόντια, πᾶσαι δὲ ἐκενώθησαν φαρέτραι βελῶν, ἅπαντα δὲ τοξεύματα περὶ τοῦτον ἔστη μαρτυρούμενα τὴν κοινωνίαν καὶ πάντα ἀμφισβητοῦντα περὶ τοῦ νεκροῦ· Κυναιγείρου δὲ τὴν χεῖρα ταύτην ἀπέκοψαν ὥσπερ ξύλον.

Καλλιμάχου μὲν οὖν ἡ τόλμα καὶ μάχη τοῦτο ἐβούλετο, νικῆσαι τὸν βασιλέως στρατὸν καὶ τὴν Ἀττικὴν αὐτοῖς ἄβατον εἶναι· Κυναίγειρος δὲ καὶ φεύγοντας ἡμῖν τοὺς βαρβάρους ἀνεῖργε καὶ κατεῖχεν ἐν τῇ χώρᾳ τοὺς πολεμίους καὶ μάχης ἔπραττεν ἀρχὰς δευτέρας. τί ποτε ἂν ἐποίησεν ἄλλο βασιλεὺς παρών; τοῖς φεύγουσιν ἂν ἐβόα καὶ τὰς Φοινίσσας ναῦς ἐκράτει. ---

ἄφες ἄφες, Κυναίγειρε, μὴ λαμβάνου. μενοῦσιν ἂν λαμβάνῃς, πάλιν εὑρήσουσιν ἄλλας ἀποβάσεις.