Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

Τὸν μὲν τῆς πόλεως ἐπαινῶ νόμον κοσμοῦντα τὸν τῶν ἀγαθῶν ἀνδρῶν τάφον καὶ λόγῳ. ἔργων γὰρ εὖ πραχθέντων λόγοι ῥηθέντες καλῶς εἰσι τιμή· ἐμοὶ δὲ αὐτῷ μὲν πρόσφορος τοῦ παιδὸς ἀρετὴ μακροτέρα τῆς ψυχῆς γενομένη, διὰ δὲ τὴν αὐτοῦ Καλλιμάχου προτίμησιν, εἰ ταῖς τῶν πατέρων τιμαῖς ἡ τῶν παίδων ἀνδραγαθία κρίνεται, δείξω τὸν λόγον.

Καλλιμάχου γὰρ πατὴρ ὢν παντὸς ἄλλου πρέπω μᾶλλον ἐπὶ τοῦ κοινοῦ βήματος ἑστάναι. ζῶν μὲν οὖν Καλλίμαχος ἡγεμὼν ζῶντος Κυναιγείρου [πολέμαρχος] ἦν· εἰ δὲ [καὶ] τεθνεὼς ἡττηθήσεται, καὶ τὴν ἀρχὴν καὶ τὴν ἀρετὴν ὑβριεῖται, τὴν μὲν αἰτίαν τῆς πάσης ὑμῖν νίκης γενομένην, τὴν δὲ τὸ μέγιστον παρασχοῦσαν τῶν ἐν Μαραθῶνι θαυμά

των, ἄνδρα καὶ χωρὶς ψυχῆς μεμαχημένον καὶ νεκρὸν θανάτου κρείττονα.

πεσεῖν μὲν οὖν αὐτὸν καὶ κοινωνῆσαι τοῦ τάφου μόγις ἔπεισα· οὐ γὰρ ἤθελεν ἀπελθεῖν τῆς στάσεως οὐδὲ ὑποπεσεῖν ταῖς ἑτέρων φιλοτιμίαις, οὐκ ἀξιῶν τὸν ὑπὲρ τῆς Ἀσίας ὅλης ὅτι τέθνηκεν ὁμολογῆσαι βεβιασμένον.

ἀγαθὸς μὲν οὖν ἦν ὁ Κυναίγειρος καὶ παῖς πατρὸς ἀγαθοῦ, οὐ μὴν ἀγαθῶν κρείττων· ἥττηται δὲ Καλλιμάχου τοσοῦτον ὅσον οἱ κείμενοι τῶν ἑστηκότων καὶ θάρσους ἀγαθοῦ νεκρὸς οὐχ ὁλόκληρος.

ὥσπερ δὲ ἅπαν τυγχάνει, καὶ τοῦτο ἐξετάσατε. ἀπέβαινε μὲν εἰς Μαραθῶνα ὁ Δαρείου στόλος μετὰ τὰς ἐξ Αἰγαίου τῶν νήσων ἁρπαγάς, τῇ δὲ Ἀττικῇ βοηθεῖν ἔδει τὴν Λακεδαιμονίων εἰρωνείαν μὴ περιμένοντας — ὀξὺς γὰρ ὁ κίνδυνος ἦν — καὶ τῷ στρατηγῷ Μιλτιάδῃ τὴν ταχίστην ἐδόκει τρέχειν.

ἐνταῦθα ἦγε τὴν δύναμιν ἅπασαν ὁ ἐμὸς υἱός, πολέμαρχος ὢν καὶ κατὰ τὸν νόμον καὶ σπουδὴν ἰδίαν ὅτι θερμοτάτην ἔχων ἔργα μεγάλα καὶ θαυμαστὰ ἐν τῇ μάχῃ παρασχέσθαι·

Κυναίγειρος δὲ εἷς τις ὢν τῶν πολλῶν πείγετο. συμμίξαντες δὲ τοῖς βαρβάροις μεμπτὸς μὲν οὐδεὶς ἦν, ἐν δὲ τοῖς ἔργοις Καλλίμαχος ἔδειξεν αὐτοῖς ὅτι πολέμαρχος ηἦν.

παρακελευσάμενος γὰρ αὑτῷ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀναλῶσαι καὶ πρὸς πᾶσαν τὴν δύναμιν βασιλέως ἀντιτάξας αὑτὸν ὡς ἂν ἀξιόμαχος ὤν, ἑκὼν

πρὸς τὸν Δαρείου στόλον ἔστη τὴν Ἀσίαν προκαλούμενος καὶ πᾶσαν ἐκ τῶν νεῶν ἐκχεομένην αὐτὸς ἐδέχετο ῥώμῃ ἀνθρώπων κρείττονι καὶ τόλμῃ παραλόγῳ καὶ παντὶ θυμῷ, καὶ πᾶσι συνεπλάκη κατʼ αὐτὸ τὸ τοῦ πολέμου στόμα καὶ κατὰ τὴν ἀκμαιοτάτην τῶν βαρβάρων ἐμβολὴν, καὶ πᾶσιν ἐξήρκεσεν *οὔτε τὴν ὄψιν ἐκπλαγεὶς ὑπὸ τοῦ τῆς βοῆς συμμιγοῦς πλήθους οὔτε*, τὴν βαρβαρικὴν ἰταμότητα κατʼ οὐδὲν ἀξιώσας εἶναι φοβερὰν ἀρετῇ.

πολύν δὲ τῶν πολεμίων ἐργασάμενος φόνον καὶ φόβον εἰς τουτὶ αὐτοὺς ὀργῆς ἅμα καὶ ἀνάγκης κατέστησεν ὥστε τἄλλα πάντα καταλιπόντες τὰ τῆς μάχης χωρία Καλλιμάχῳ πάντες ἐπεχέοντο καὶ Καλλιμάχου πάντες ἐστοχάζοντο καὶ τοῦτο ἦν σπούδασμα ἅπασι τὸ Καλλίμαχον βαλεῖν· τούτου γὰρ παρόντος ἐν τούτῳ εἶναι τὰς Ἀθήνας ἔφασκον.

ἔνθα πολλὰ μὲν βελῶν καὶ κοντῶν καὶ ξιφῶν καὶ παντοδαπῶν βλημάτων ὑπεδέξατο, πάσας δὲ αὐτῶν ὑπέμεινε τὰς προσβολὰς ὥσπερ ἐξ ἀδάμαντος ὢν πύργος ἢ τεῖχος ἄρρηκτον ἢ αντίτυπος πέτρα ἢ θεὸς ἀνθρώποις μαχόμενος, ἕως πάντα ἀνήλωσε τὰ τῆς Ἀσίας βέλη καὶ καμεῖν ἐποίησε τὴν πολλὴν δύναμιν τοῦ βασιλέως.

πολὺν μὲν οὖν χρόνον ἐν τῷ σώματι διεκαρτέρησεν ἡ ψυχὴ ἐρίζουσα πρὸς τὴν φύσιν καὶ εἰς τὴν ἀδύνατον

ἀνθρώποις ἀθανασίαν ἐβιάζετο· ἐπεὶ δὲ ἄνθρωπος Καλλίμαχος ἦν καὶ θνητὸς ἦν καὶ τοῦ σώματος ἀπελθεῖν ναγκάζετο τῷ πλήθει τῶν τραυμάτων, ἀπέθανε μέν, οὐκ ἔπεσε δέ, ἀλλʼ ἐξιοῦσα ἡ ψυχὴ βεβαίως τῷ σώματι μένειν καὶ καρτερεῖν ἐνετείλατο καὶ μάχεσθαι τὴν δυνατὴν τοῖς ἀψύχοις μάχην. τὸ δὲ ἐπείσθη καὶ βεβαίως ἔμεινεν ὥσπερ ἐρριζωμένον [καὶ] διὰ τοῦ πολέμου τοιοῦτο οἷον αὐτὸ ἐξιοῦσα ἔστησεν ἡ ψυχὴ καὶ πολὺν χρόνον τοὺς βαρβάρους ἐξηπάτησεν· οὐδεὶς γὰρ ᾤετο τεθνάναι τὸν ἑστηκότα.

ὦ Καλλιμάχου φοβεροῦ καὶ νεκροῦ· ὦ στρατιώτου τῆς εἱμαρμένης πολυχρονιωτέρου· ὧ μακροτέρα τῆς ψυχῆς, ὦ πιστοτέρα τοῦ πνεύματος ἀρετή· ὦ σῶμα πολλῶν ψυχῶν ἰσόρροπον· ὦ φρόνημα ὀρθόν· ὦ σῶμα ἔμψυχον· ὦ σῆμα νικηφόρον ὅπλοις καὶ βέλεσι κεκοσμημένον· ὦ πρῶτον Μαραθῶνος τρόπαιον. ὦ τηρήσας ὀρθὴν τὴν ἐλευθερίαν Ἀθηναίοις, ὦ στήσας ἐν αὑτῷ τὴν Ἑλλάδα, οὐκ εἴασας τὰς Ἀθήνας πεσεῖν.

ἐπειδὴ δὲ οἱ βάρβαροι τὰ μὲν πεπονηκότες, τὰ δʼ ἀφωπλισμένοι, τὰ δὲ πεφοβημένοι, τραπέντες ἔφυγον εἰς τὰς ναῦς καὶ τὴν θάλασσαν περιέβλεπον ἄβατον αὐτοῖς Καλλιμάχου τὴν γῆν πεποιηκότος, πολλὴ μὲν ἦν τοῖς ἡγουμένοις σχολή,

εἷς δὲ τῶν ἀκολουθησάντων ἐπὶ τὸν αἰγιαλὸν ἐγένετο Κυναίγειρος καί τινος ἁπτόμενος ἀκροστολίου τὴν χεῖρα ἀπεκόπη ῥᾳδίως ὥσπερ παιδίον καὶ παρὰ μὲν τὴν πρύμναν ἔπεσεν ἡ χείρ, παρὰ δὲ τὴν χεῖρα αὐτός· ἐμήνυσε δὲ τὸ τῆς χειρὸς τραῦμα ψυχῆς καὶ σώματος τὴν ἀσθένειαν.

σὺ δέ, ὦ τέκνον, εἱστήκεις ἔτι καὶ Δάτιδος ἀποπλέοντος ὥσπερ καὶ ταῦτα ἀνδρείως ἐπιτηρῶν, τῶν βαρβάρων τὴν φυγὴν καὶ καθαρὸν γενέσθαι τὸν Μαραθῶνα τῶν πολεμίων, ὡς ἂν ἐπὶ μηδενὸς μάρτυρος ἀλλοτρίου πεσοίης.

ταῦτʼ ἐμὲ ἐπὶ τὸν τάφον ἀναβιβάζει, ταῦτʼ ἐμοὶ τὸν ἐπιτάφιον λόγον παραδίδωσιν· ἐμόν ἐστι τοῦ τάφου τὸ κεφάλαιον. τὸν μὲν δὴ μόγις ἐκίνησα καὶ κεῖσθαι σὺν τοῖς στρατιώταις παρεκάλεσα· ὁ δὲ εἰσέρχεται μὲν εἰς τὸν τάφον, ἄξιος δὲ ὑμῖν καὶ ταύτης τῆς τιμῆς τὸν πατέρα τὸν ἐκείνου προκριθέντα λέγειν ἐπὶ τῷ κοινῷ σήματι.

καὶ γὰρ δίκαιον οὗ ζῶντος ἦν ἡ κατὰ τὸν πόλεμον ἡγεμονία, τούτου καὶ τεθνεῶτος εἶναι τὰς πρώτας τιμὰς ἐπὶ τῷ τάφῳ. ἡμεῖς ἤγομεν, ἡμεῖς ἐροῦμεν· ἡμεῖς ὡπλίζομεν, ἡμεῖς ἐπαινεσόμεθα· παρʼ ἡμῶν ἦν τὰ συνθήματα, παρʼ ἡμῶν ἔστω καὶ τὰ ἐγκώμια.

μὴ λυπήσητε Καλλίμαχον συνιέντα μηδὲ καθέλητε τὸν ἀνεστηκότα μηδὲ ἀποχειροτονήσητε τὸν πολέμαρχον τὸν νενικηκότα μηδὲ ἀτιμότερος ἑνὸς καὶ δευτέρου τῶν νενικηκότων παρʼ ὑμῖν ὀφθῇ. οὐ γὰρ ἐν τοῖς ὀνόμασι καὶ τοῖς

σχήμασι καὶ τῇ στολῇ ἀγάλλεσθαι χρὴ μόνον τὴν πολεμαρχίαν ἀλλὰ καὶ ταῖς τῶν ἔργων τιμαῖς αὔξεσθαι τὰς ἀρχάς.

οὕτως οὖν σκοπεῖτε. εἰ τῆς μάχης οἱ παῖδες ἡμῶν περιγενόμενοι τῆς παρούσης μφισβήτουν τάξεως, τίς πρότερος ἂν διεκρίθη; ὁ ἰδιώτης ἢ ὁ πολέμαρχος; τίς ἐπῄνεσε τοὺς πεσόντας; οὐχ ὁ ὁπλίσας; οὐχ ὁ τάξας; οὐχ ὁ τοιούτους παρασχών; ἐμοὶ μὲν δοκεῖ. ὑμεῖς δέ, τί; ἆρα οὐκ ἄν, εἰ καὶ μόνον ἴσην τὴν ἀρετὴν ὁ πολέμαρχος τῷ ἰδιώτῃ παράσχῃ, τὸ πλέον ἂν τῆς τιμῆς τῇ ἡγεμονίᾳ δῶτε; νὴ Δία.

οὐκοῦν ἥν, εἰ περιῆσαν ἀμφότεροι, προτίμησιν ἔσχε Καλλίμαχος, ταύτην καὶ τεθνεὼς δίκαιος φέρεσθαι· ἐκ γὰρ ὧν ἦν κρείττων Κυναιγείρου περιὼν περιόντος, ταῦτα καὶ νῦν ἔχει καὶ τὸ προκεκρίσθαι δοκεῖν διʼ ἐμοῦ τοῦ πατρὸς αὐτῷ προτιμωμένου τῶν ἄλλων πατέρων ὑπάρξει. εἰ δὲ οὐδὲ τὰ τοιαῦτα *ἔσται παρὰ τῷ πολέμῳ* τεθνηκότι, ποίων τεύξεται; προεδρεία τις ἔσται αὐτῷ ἑπομένῳ; προετάττετο [τῶν ὀνομάτων] τῶν ἐν ταῖς στήλαις γραφομένων πρῶτος [διότι πρεσβύτερος τούτων ἦν] ἀπὸ τῆς οἰκείας αὐτοῦ γενέσεως, καὶ διὰ τοῦτο δεῖ

τὸν ἐπὶ τοῖς θαπτομένοις λόγον εἰωθότα ἡμῶν ἀκούειν λεγόντων.

ὑμεῖς τοιγαροῦν τὸν στρατηγὸν Μιλτιάδην ἐτιμήσατε θείῳ στεφάνῳ. δικαίως οὖν καὶ τῷ στρατηγῷ τιμή τις ἐδόθη καὶ τῷ πολεμάρχῳ δὲ γενέσθω γέρας. ὅταν γὰρ ὁ πατὴρ αὐτοῦ λέγων τὸν λόγον ἀναβιβάσῃ Καλλίμαχον, τότε φωνὴν αὐτῷ δότε ἐπί --- τοῦτο πρὸς πίστιν σωτηρίας μόνον ἐν τῷ σχήματι.