Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

μὴ κράτει ναῦν ὑπὸ ανὸς δεδιωγμένην μηδʼ ἔχου τριήρους σὺ παρʼ Ἀθηνᾶς *ἀφεψαλωμένης.* ἀφίησιν αὐτὴν ἡ Δημήτηρ καὶ Κόρη· φευγέτω. πάρεστι Θησεύς, πάρεστιν Ἡρακλῆς· ἀλλʼ οὐ κατέχουσι τὴν ναῦν ὅτι μὴ συμφέρει. ἔχω καὶ πνεύματα συγγενῆ μᾶλλον σοῦ κατασχεῖν δυνάμενα· ἀλλὰ τὰ μὲν ἐκπέμπει τὸν πόλεμον ἐκ τῆς Ἀττικῆς διὰ τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς, σὺ δέ, ὦ Κυναίγειρε, ναύσταθμον Μηδικὸν τὸν Μαραθῶνα ποιεῖς. ὦ Κυναίγειρε, τὴν ναυμαχίαν νικήσει βασιλεύς· τῆς μάχης μόνῳ Κυναιγείρῳ εἴσεται χάριν. ἄπορον ποιῶν αὐτοῦ τὴν φυγὴν ἀναγκαίαν αὐτῷ τὴν νίκην εἰργάζου.

ἀλλὰ γὰρ οὐχ [μετὰ τῆς χειρὸς] ὡς (μετὰ) διανοίας ἡμᾶς ἔβλαπτε — τἀληθῆ γὰρ εἰρήσεται — ἀλλὰ ἄλλως ἐμαίνετο καὶ τὸν Καλλιμάχου νεκρὸν ὁρῶν εὐδοκιμοῦντα ἐπεθύμει μετὰ ἄλλου σχήματος ἀπολέσαι τὴν ἀλαζόνα δεξιὰν ὅπως ἂν ἓν γένηται τῶν Μαραθωνίων διηγημάτων· ἡμεῖς δὲ οὔθʼ ἑκόντες οὔτε ἄκοντες

οὐδὲν ἐβλάπτομεν.

εἰ μὲν δὴ πάντες ὅμοιοι Καλλιμάχῳ κατʼ ἐκείνην ἐγένοντο τὴν ἡμέραν, οὐδεὶς ἂν ἐλείφθη τῶν βαρβάρων καὶ πάσας τὰς ναῦς ἂν αὐτῶν κενὰς εἵλομεν· εἰ δέ γε εἶδον εἰς τὰς Κυναιγείρου λαβάς, ἄκοντες ἂν πάντες οἱ βάρβαροι τὴν ἧτταν ἀνεμαχέσαντο. Κυναίγειρος μὲν οὖν οὔτε θάρρος φίλοις οὔτε δέος τοῖς πολεμίοις ἐγένετο, ὃς δράσας οὐδὲν ἀλλὰ ἀποτμηθεὶς τὴν χεῖρα ἔπεσεν εὐθὺς ὥσπερ ἑτέραν οὐκ ἔχων ἀλλʼ ἐν τῇ δεξιᾷ τῆς ψυχῆς αὐτῷ κειμένης· τὸν δʼ ἐμὸν παῖδα οἱ φίλοι μὲν ὁρῶντες ἐν τῇ τάξει μένοντα πάντες ᾐδοῦντο, τρέσαντες δὲ ὑπεχώρουν οἱ βάρβαροι. καὶ τὸ σύμπαν, ὁ μὲν ἔπεσεν, ὁ δὲ οὔ.

ἀθλητὰς δʼ εἶναι τοὺς στρατιώτας ὑπολαβόντες πότερον στεφανώσομεν, τὸν ὀρθὸν ἢ τὸν κείμενον, τὸν ἑστηκότα ἢ τὸν ἐρριμμένον; οὐ παύσῃ παραβάλλων ἀνδρὶ χεῖρα καὶ τραῦμα ἓν μυρίοις καὶ τὸν λειποτακτήσαντα τῷ μακροβίῳ νεκρῷ καὶ τὸν κρωτηριασμένον τῷ μέχρι νῦν ὁλοκλήρῳ; ὁ μὲν ἀφῆκε τὴν ναῦν, ὁ δὲ ἐκράτει τῆς ἀσπίδος.

λέγε νῦν καὶ τραγῴδει πολλάκις· καὶ γὰρ Αἰσχύλου πατὴρ εἶ καὶ τὴν χεῖρα ὄρος ἐποίεις. ἐκ γῆς ἐναυμάχει· Δάτις δʼ ἐκ θαλάττης ἐπεζομάχει. κατέσχε τὴν ναῦν· καλωδίου τὸ ἔργον· ἄγκυρα τοῦτο κρεῖττον ποιεῖ. ὁ μὲν ἐλάβετο, ὁ δʼ ἀπέκοψε. κατέσχε τοὺς πλέοντας· οἱ δὲ καὶ ὅμως ἐξέπλευσαν.

ἄνδρες Ἀθηναῖοι, περιελθόντες τὸ στρατόπεδον τοὺς μὲν εὑρήσετε χειρῶν ἄνευ, τοὺς δὲ ποδῶν, ἑτέρων

μὲν οὖς, ἑτέρων δὲ κεφαλὰς ἀποτετμημένας τῶν ἄλλων σωμάτων· πολλοὺς ὁμοίους ὄψεσθε Κυναιγείρῳ νεκρούς, Καλλιμάχῳ δὲ οὐδένα. τίς γὰρ σοὶ ἰσοστάσιος νεκρός; τίς γὰρ πιστὸς οὕτω στρατιώτης εἰς μάχην;

νῦν σε μᾶλλον, ὦ Καλλίμαχε τέκνον, ἐθαύμασα Κυναιγείρου πεσόντος ὑπὸ πληγῆς μιᾶς, ὦ πολλὰ τοιαῦτα λαβὼν τραύματα καὶ μὴ κεκινημένε. οὐδεὶς σὲ ερσῶν διελὼν ἄπεισιν ὡς τῶν λοιπῶν ἀνθρώπων τὰ σώματα οὐκ ἀκινάκῃ Μηδικῷ, οὐ κοπίδι ερσικῇ, οὐκ αἰχμῇ Βαβυλωνίᾳ, οὐ πελέκει Φοινικίῳ. ὦ μόνε τῶν ἀποθανόντων οὐ πεσὼν καὶ μόνε μὴ ζῆν ἀπιστούμενε ἔστης μαρτυρούμενος τὴν νίκην τῷ σχήματι καὶ τῆς ψυχῆς ἀπελθούσης ὅμοιος ἦσθα τῷ μαχομένῳ.

ὦ τοῦ μεγάλου θαύματος· νῦν πρῶτον ἀθάνατος ὤφθη νεκρός. ὦ παῖ, μάντευμα ἄρα σου τοῦ κάλλους καὶ τῆς μάχης καὶ τοὔνομα ἦν. ἀνακάλει νῦν πολλὰ τὸν Κυναίγειρον ᾧ καὶ τὸ συμβὰν ὄνομα ἄδηλον [εἶναι] τῷ ἐρευνᾶν βουλομένῳ.

ὁ σὸς πάρεργον τοῖς βαρβάροις ἐγένετο, ὁ δὲ ἐμὸς υἱὸς διʼ ἀρετῆς περιουσίαν καὶ τῆς μάχης ὅλης ἐκράτησε καὶ τῆς νῦν τελουμένης τιμῆς γέγονεν αἴτιος. τῶν γὰρ ἄλλων πολεμάρχων δειλίαν ἐντιθεμένων τῷ πλήθει ἡ τούτου ψῆφος προσγενομένη τὴν ὅλην συμβολὴν ἐποίησε καὶ ὅπως δεῖ ἀπομάχεσθαι καὶ

τολμᾶν ἐκύρωσεν ὥστε παντὸς ἂν καὶ μόνος καὶ μάλιστα τοῦ κατορθώματος αἴτιος νομίζοιτο.

καὶ τοῦτο μὲν αὐτῷ πρὸς πάντας ἐστίν, πρὸς δὲ τὸν Κυναίγειρον καὶ μάλιστα. τῷ ἑνὶ γὰρ τούτῳ σε καὶ ἀνανταγωνίστῳ νικήσομεν ἐρωτήματι. Κυναίγειρος θαυμαστὸς καὶ τολμηρὸς ἦν ἀνήρ· οὐ μέχρι τοῦ βίου; οὐ μέχρι τῆς ψυχῆς; ἀλλʼ ὡμολόγησε θάνατον καὶ τῷ κοινῷ τῆς φύσεως ἡττήθη νόμῳ. Καλλιμάχου δὲ ἡ ἀρετὴ ἀόριστός ἐστι καὶ φύσεως περιττοτέρα μόνη καὶ τὴν ψυχὴν ὑπερβαίνει. ἀγαθοὺς μὲν στρατιώτας πολλοὺς εὕροις [Μακεδόνας], Καλλίμαχον δὲ μόνον ἀνείκαστον τὸν ἐν τῷ βίῳ [μόνον] μεμαχημένον, τὸν μηδὲ ἐν τῷ θανάτῳ καμόντα ἀλλὰ καὶ μετὰ τὸν βίον ἄνδρα ἀγαθὸν γενόμενον καὶ τοὺς κοινοὺς τῆς φύσεως καὶ ἀρετῆς παρελθόντα ὅρους. ὦ καὶ καλλίμαχε καὶ καλλίνικε, ἄτρωτε καὶ πολύτρωτε, πῶς σε ἄν τις ἐπαινέσειε κατὰ τὴν ἀξίαν; οὐ γὰρ Αἰσχύλου καὶ τοιούτων ποιητῶν καὶ ῥητόρων ἄξιος ἀλλά τινος Ὁμήρου τραγῳδίας [ἢ τραγικῆς φωνῆς]. ὦ κοινὲ τῆς Ἀσίας σκοπέ· ὦ σκυλεύσας τῷ θανάτῳ τὴν στρατιὰν βασιλέως καὶ πλεῖστα λάφυρα τῶν βαρβάρων τὰ βέλη κατασχών· ὦ σεμνὸν ἀνάθημα

πολέμου·

ὧ καλὸν Ἄρεως ἄγαλμα· ὦ πολέμαρχε πολεμάρχου θεοῦ δεινὸν εἴδωλον τῆς Ἀσίας τὰ τοξεύματα περιβεβλημένον· ὦ μόνος ἐνδὺς τὴν τοῦ πολέμου στολήν· ὦ σχῆμα ἐλευθέριον, ὦ σχῆμα Μαραθώνιον· ὦ μὴ κλίνας τὴν Ἑλλάδα· ὦ τῆς φύσεως περισσότερε· ὦ δύο μεγάλας μάχας Δαρείῳ καὶ θανάτῳ μεμαχημένε· ὦ κοινὸν καὶ ζώντων καὶ νεκρῶν κατόρθωμα· ὦ μὴ μετὰ ζωῆς τὴν ἀρετὴν ἀφείς·

ὦ φρόνημα πλέον τοῦ βίου· ὦ νεκρὲ ζώντων μαχιμώτερε. εἶχεν ἄρα ψυχὴν ἀριστὴν νεκρὸς καὶ δευτέραν καὶ μεγίστην διὰ τῆς ἰδίας δυνάμεως πολεμοῦσαν καὶ ἀγωνιζομένην. ὦ πρῶτος ἡμῖν δείξας ἀνθρώπων νεκροῦ μάχην· ὦ θανάτῳ τοὺς πρὸς βίον τρέχοντας ἕλκων ἐπὶ διαδικασίαν. τὰ μὲν γὰρ ἄλλα πάντα ἔπραξεν ὁ Καλλίμαχος, τῷ πολέμῳ δὲ θνήσκων ὡς στρατιώτης πατρίδος ὑπερμαχῶν ἀθάνατον τὰ σῶμα μετὰ τοῦ σχήματος ἔστησεν· ἔμεινε γὰρ ὧς ὡμολόγησε τῇ φθχῇ.

ὦ μεγάλη στάσις· ὦ τῇ γῇ σύμψυχε· ὦ ῥίζας ἐξ ἀρετῆς βαλλόμενος· ὦ φυτὸν Μαραθώνιον. ὦ δήμων βεβαιότερε καὶ νήσων λαμπρότερε· τοῖς βαρβάροις μὲν Ἐρέτρια ἡρπασμένη πλεῖ καὶ Νάξος αὔτανδρος ἐν ταῖς ναυσὶν ἐτέθη, Καλλίμαχος δὲ ἀκίνητός ἐστι, τῶν ὀρῶν στασιμώτερος καὶ τῶν σκοπέλων βεβαιότερος. καὶ γῆ μὲν ἐσείσθη πολλάκις καὶ νήσους ὅλας εἶδον ἄνθρωποι φερομένας, τὸν δὲ ἕνα νεκρὸν ὁ τοσοῦτος οὐ διέσεισε πόλεμος.

ὦ τεῖχος ἀρετῆς Ἀττικῆς· ὦ μέγιστον τῶν

Μαραθωνίων θαυμάτων καὶ θειότατον· ὦ τῶν ἐκεῖ φασμάτων ἐξαίρετον. ἔστη νεκρὸς εὐσχήμων ἐν τῇ πρώτῃ στάσει, νεκρὸς τὸν θάνατον ἀπιστούμενος, αἰσχυνόμενος πεσεῖν, καὶ γέγονεν ἔμψυχος καὶ τεθνεὼς ὤν. ὦ βλέπων καὶ μιμούμενος τῆς ψυχῆς τὴν ὁδόν.

ἐγὼ καὶ τὴν ψυχὴν ἔκ τʼ ἀφανοῦς οἶμαι τότε συμμάχεσθαι καὶ παροῦσαν ἐγγυᾶσθαι ἀνέχειν τὸ σῶμα. ὦ μεγάλῳ φάσματι κεκοσμημένε. τοῦτʼ εἶδε ολύζηλος, ἐκεῖνο τὸ θαῦμα Καλλίμαχος ἦν. ἦν μὲν γὰρ καὶ ζῶν ἔτι δεινὸς τοῖς πολεμίοις καὶ ἀκόρεστος μάχης ἕστηκε βοῶν· Δαρείου δοῦλοι βάρβαροι, οὐ Σκύθαι ταῦτα οὐδὲ (Ἴστρος) ποταμὸς οὐδὲ πλάνης ὅμιλος οὐδὲ ἄμαξαι *ζηλούμεναι* ἀλλʼ Ἀττική [καὶ ελοπιδῶν]· ἐν ταύτῃ ἕστηκα καὶ περιμένω τίς πρῶτος ἀπόλλυται. καὶ πολλὰ βαλλόμενος καὶ τοξευόμενος ὥς τισιν ἄνθεσι στεφανούμενος λέγω βάλλετε καὶ μὴ φείδεσθε. τί δʼ οὐ βάλλετε; ἐγὼ δέομαι βελῶν, ἐπεὶ χωρεῖ τὸ σῶμα τόπον ὑγιῆ ἔχον. τί τοὺς ἀθλίους Ναξίους, τί τοὺς ταλαιπώρους Ἐρετριεῖς περιέστητε; ἐμοί, ἐμοὶ τὸ τοῦ πολέμου δίκτυον περιτείνατε. τίς Δάτις, τίς Ἀρταφέρνης; ἰδού, ὦ πάντες, ἐγὼ ἕτοιμος. θυέτω μέ τις, εἰ δύναται· βασιλεὺς σαγηνευσάτω, εἰ ἔξεστιν.

ἐπεὶ δὲ πᾶς

ἀνὴρ ὅλα τὰ βέλη ἐπʼ αὐτῷ ἔπηξεν, ἔχαιρε λέγων πρὸς ἑαυτόν· τὴν Ἀσίαν ἀπεδύσαμεν καὶ τοῖς συστρατιώταις παρήγγελλεν· παίετε κατακεντοῦντες αὐτοὺς καὶ μὴ φείδεσθε οὐκέτι γὰρ ἔχουσι βέλη. γυμνοὺς ὑμῖν αὐτοὺς ἐποίησα.

οἱ δὲ βάρβαροι πάντες ἐπειρῶντο μὲν καὶ πᾶς ἔβαλλεν, κινῆσαι δὲ οὐδεὶς δύνατο οὐδὲ καθελεῖν τὸν ἄνδρα πεπηγότα οἱ τὰ μεγάλα καθελόντες ποτὲ χώματα, οἱ βιασάμενοι τὸν Βόσπορον ἄγαν ὄντα ῥοώδη καὶ Σκυθικὴν θάλασσαν· ἀλλὰ πᾶς μὲν ἔβαλλε καὶ πᾶς ἐφονεύετο καὶ τῷ Καλλιμάχῳ προσέπιπτεν *ὃς καθάπερ προνενευκότι λίθῳ πρὸς θάλασσαν* ἐρείσας ἑαυτοῦ τὸ σῶμα τελευταῖον τοιοῦτον εἶπε τὸν λόγον πρὸς ἑαυτόν· στῆθι, Καλλίμαχε, ἀκίνητος.

οἷ δὲ ὥσπερ τείχει προσβαλόντες καρτερῷ πλέον οὐδὲν ἔδρων· ἐκρύπτετο γὰρ ὑπὸ τῆς τῶν βελῶν περιβολῆς. ἔνθα δὴ πολλοὶ μὲν κάμνοντες ὑπὸ τῶν Καλλιμάχου βλημάτων ἀπώλοντο καὶ πολλοὶ παρʼ αὐτὸν ἔπιπτον ἑστηκότα·

Δάτις δὲ ὁρῶν ργίζετο τῷ νεκρῷ καὶ τοῖς βαρβάροις ἐνεκελεύετο· οὐ κλινεῖτε, οὐκ ἀναιρήσετε τὸν φιλόνεικον νεκρόν; ἄνθρωπε δαιμόνιε, μετὰ τοσούτων αἰσχύνῃ πεσεῖν; ἔτι μένεις; ἔτι μάχῃ; πόσας ἔτι ψυχὰς ἔχεις; οἴμοι νικᾷ νεκρὸς ἡμᾶς Ἀθηναῖος. ἄνδρες, μηκέτι βάλλετε· ἀποθνήσκοντες

Ἀθηναῖοι γίνονται μαχιμώτεροι. ὦ δέσποτα Δαρεῖε, τίς σε ἐξηπάτησεν; ἐπʼ ἀθανάτους ἡμᾶς ἀνθρώπους ἔπεμψας πεσεῖν οὐκ εἰδότας. αἱ δοκούμεναι έρσαις καὶ Μήδοις καὶ Μάγοις τέχναι ἀπρακτοῦσιν· Ἀθηναίων γὰρ οἱ νεκροὶ μάχονται παρʼ αὐτοῖς καὶ δεξιὰ νεκροῦ πολεμοῦσα μέρος τῆς μάχης ἐγένετο.

βασιλεὺς δὲ ἰδὼν αὐτὸν ὀρθὸν ὅπλοις πολλοῖς περιβεβλημένον ἐβόα· φεύγωμεν, πλέωμεν· ἤδη γὰρ ἤγειραν Ἀθηναῖοι τρόπαιον. τοιαῦτα, τέκνον, παρέσχες τοῖς βαρβάροις δόγματα.