De Incredibilibus
Palaiphatos
Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.
Λέγεται ὅτι καὶ οὗτος ὁ Γλαῦκος πόαν ποτὲ φαγὼν ἀθάνατος ἐγένετο καὶ νῦν ἐν τῇ θαλάσσῃ οἰκεῖ. τὸ δὲ τῇ πόᾳ ταύτῃ Γλαῦκον μόνον ἐντυχεῖν λίαν ἐστὶν εὔηθες, τό τε ἄνθρωπον ἐν θαλάσσῃ ἢ ἄλλο τι τῶν χερσαίων ζῆν, ὁπότε οὔτε ποτάμιόν τι ἐν τῇ θαλάσσῃ, οὔτε τὸ ἀνάπαλιν ἐν τῷ ποταμῷ τὰ θαλάσσια ζῆν δύναται. μάταιος οὖν ὁ λόγος. ἔχει δὲ τὸ ἀληθὲς οὕτως. Γλαῦκος ἦν ἀνὴρ ἁλιεὺς Ἀνθηδόνιος τὸ γένος· ἦν δὲ κολυμβητής, ἐν τούτῳ διαφέρων τῶν ἄλλων. κολυμβῶν δὲ ἐν τῷ λιμένι, ὁρώντων αὐτὸν τῶν ἀπὸ τῆς πόλεως, καὶ διακολυμβήσας εἴς τινα τόπον καὶ μὴ ὀφθεὶς τοῖς οἰκείοις ἡμέρας ἱκανάς, διακολυμβήσας πάλιν, ὤφθη αὐτοῖς· πυνθανομένων δὲ ποῦ διέτριψας τὰς τοσαύτας ἡμέρας; ἔφη ἐν τῇ θαλάσσῃ. καὶ συγκλείων εἰς ἔλυτρον ἰχθῦς, ὁπότε χειμὼν γένοιτο καὶ μηδεὶς τῶν ἄλλων ἁλιέων ἰχθῦς δύναιτο λαβεῖν, ἐπυνθάνετο τῶν πολιτῶν τίνας δὴ βούλοιντο τῶν ἰχθύων ἀποκομισθῆναι αὐτοῖς, καὶ κομίζων οὓς ἂν ἤθελον, Γλαῦκος θαλάσσιος ἐκλήθη, ὥσπερ νῦν εἴ τις ἐν ὄρει οἰκῶν καὶ ὢν ἀγαθὸς θηρευτὴς ὄρειος ἄνθρωπος καλοῖτο. οὕτω καὶ ὁ Γλαῦκος τὰ πλεῖστα ἐν θαλάσσῃ διατρίβων Γλαῦκος θαλάσσιος ἐκλήθη. καὶ περιτυχὼν θηρίῳ θαλασσίῳ ἀπώλετο· μὴ ἐξελθόντα δὲ ἐκ τῆς θαλάσσης ἐμύθευσαν οἱ ἄνθρωποι ὡς ἐν θαλάσσῃ οἰκοῦντα κἀκεῖ τοῦ λοιποῦ διάγοντα.
Φασὶν ὅτι Βελλεροφόντην ὑπόπτερος ἵππος Πήγασος ἔφερεν. ἐμοὶ δὲ τοῦτο ἵππος οὐδέποτε δοκεῖ δύνασθαι, οὐδ’ εἰ πάντα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ ἦν ποτε τοιοῦτον ζῷον, καὶ νῦν ἂν ἦν. τοῦτον δέ φασι καὶ τὴν Ἀμισωδάρου Χίμαιραν ἀνελεῖν· ἦν δὲ ἡ Χίμαιρα πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα. ἔνιοι δὲ δοκοῦσι τοιοῦτον γενέσθαι θηρίον τρεῖς ἔχον κεφαλάς, σῶμα δὲ ἕν. ἀδύνατον δὲ ὄφιν καὶ λέοντα καὶ αἶγα ὁμοίᾳ τροφῇ χρῆσθαι· καὶ τὸ θνητὴν ἔχον φύσιν πῦρ ἀποπνεῖν, εὔηθες. ποίᾳ δὲ τῶν κεφαλῶν τὸ σῶμα ἐπηκολούθει; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Βελλεροφόντης ἦν φυγὰς ἀνήρ, τὸ γένος Κορίνθιος, καλὸς κἀγαθός. κατασκευάσας δὲ πλοῖον μακρὸν ἐληίζετο τὰ παραθαλάσσια χωρία πλέων καὶ ἐπόρθει. ὄνομα δὲ ἦν τῷ πλοίῳ Πήγασος (ὡς καὶ νῦν ἕκαστον τῶν πλοίων ὄνομα ἔχει· ἐμοὶ δὲ δοκεῖ πλοίῳ μᾶλλον ἢ ἵππῳ ὄνομα κεῖσθαι Πήγασος). βασιλεὺς δὲ Ἀμισώδαρος ᾤκει ἐπὶ τῷ Ξάνθῳ ποταμῷ ὄρος τι ὑψηλόν, ἐξ οὗ ἡ Τελμισσὶς ὕλη προσκέχωσται, πρὸς ὃ δὴ ὄρος προσβάσεις εἰσὶ δύο, ‹ἡ› μὲν ἔμπροσθεν ἐκ πόλεως τῆς Ξανθίων, ἡ δὲ ὄπισθεν ‹ἐκ› τῆς Καρίας· τὰ δὲ ἄλλα κρημνοὶ ὑψηλοί, ἐν δὲ μέσῳ αὐτῶν χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὗ δὴ καὶ πῦρ ἀναφέρεται. τούτῳ τῷ ὄρει ὄνομά ἐστι Χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ προσχώριοι, κατὰ μὲν τὴν πρόσθεν πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν ὄπισθεν δράκων, οἳ δὴ καὶ ἐσίνοντο τοὺς ὑλοτόμους καὶ νομέας. τότε δὲ δὴ Βελλεροφόντης ἐλθὼν τὸ ὄρος ἐνέπρησε, καὶ ἡ Τελμισσὶς κατεκάη καὶ τὰ θηρία ἀπώλετο. ἔλεγον οὖν οἱ προσχώριοι Βελλεροφόντης ἀφικόμενος μετὰ τοῦ Πηγάσου τὴν Ἀμισωδάρου Χίμαιραν ἀπώλεσε. τούτου γενομένου προσανεπλάσθη ὁ μῦθος.
Φασὶν ὅτι Πέλοψ ἦλθεν ἔχων ἵππους ὑποπτέρους εἰς Πῖσαν μνηστευσόμενος Ἱπποδάμειαν τὴν Οἰνομάου θυγατέρα. ἐγὼ δὲ τὰ αὐτὰ λέγω ἅπερ καὶ περὶ τοῦ Πηγάσου. ἐπεὶ Οἰνόμαος, εἰ ᾔδει ὑποπτέρους ὄντας τοὺς ἵππους τοῦ Πέλοπος, οὐκ ἂν δὴ τὴν θυγατέρα αὑτοῦ ἔδωκεν ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀναβιβάσαι. ῥητέον οὖν ὅτι Πέλοψ ἦλθεν ἔχων πλοῖον, ἐπεγέγραπτο δὲ ἐπὶ τῆς σκηνῆς Ἵπποι ὑπόπτεροι, ἁρπάσας δὲ τὴν κόρην ᾤχετο φεύγων. ἔλεγον δὲ οἱ ἄνθρωποι ὡς ἁρπάσας τὴν Οἰνομάου θυγατέρα ἐπὶ τῶν Ἵππων ὑποπτέρων ᾤχετο φεύγων. καὶ ὁ μῦθος προσανεπλάσθη.
‹Περὶ Φρίξου› ἱστοροῦσιν ὡς ὁ κριὸς αὐτῷ προὔλεγεν ὅτι ὁ πατὴρ αὐτοὺς μέλλοι θύειν· καὶ λαβὼν τὴν ἀδελφὴν αὐτοῦ ἀναβάς τε ἐπ’ αὐτὸν σὺν αὐτῇ, διὰ τῆς θαλάσσης ἀφίκοντο εἰς τὸν Εὔξεινον πόντον, διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν τὸ πᾶν διανύσαντες. ὅπερ ἐστὶ δύσπιστον, κριὸν θᾶττον νηὸς διανήχεσθαι, καὶ ταῦτα βαστάζοντα δύο ἀνθρώπους καί που σιτία καὶ ποτὰ καὶ ἑαυτῷ καὶ ἐκείνοις (οὐ γὰρ δήπου ἄσιτοι τοσοῦτον χρόνον διέμενον). εἶτα Φρίξος τὸν τὴν σωτηρίαν αὐτῷ φράσαντα κριὸν καὶ διασώσαντα σφάξας καὶ τὸ δέρμα ἀποδείρας ἔδωκεν ἕδνον Αἰήτῃ τῆς θυγατρὸς αὐτοῦ (ὁ δὲ Αἰήτης τῶν τόπων ἐκείνων τότε ἐβασίλευεν). ὅρα δὲ πῶς καὶ τὰ δέρματα τότε σπάνια ἦν, ὥστε βασιλέα ἕδνον τῆς ἰδίας θυγατρὸς τὸ κώδιον λαβεῖν. ‹ἢ› οὕτω τοῦ μηδενὸς ἀξίαν τὴν ἑαυτοῦ θυγατέρα ἐνόμιζεν; ἤδη δέ τινες, ἵνα τὸν γέλωτα τοῦτον ἐκφύγωσι, χρυσοῦν φασιν ἦν τὸ δέρμα τοῦτο. καὶ εἰ χρυσοῦν τὸ δέρμα ἦν, οὐκ ἐχρῆν τὸν βασιλέα λαβεῖν παρ’ ἀνδρὸς ξένου. λέλεκται δὲ ὅτι καὶ Ἰάσων ἐπὶ τὸ κώδιον τοῦτο τὴν Ἀργὼ ἔστειλε καὶ τοὺς ἀρίστους τῶν Ἑλλήνων. ἀλλ’ οὐκ ἂν οὔθ’ ὁ Φρίξος οὕτως ἀχάριστος ἦν ὥστε τὸν εὐεργέτην ἀνελεῖν, οὔτ’, εἰ ‹καὶ› σμαράγδιον ἦν τὸ κώδιον, ἔπλευσεν ἂν ἡ Ἀργὼ ἐπ’ αὐτό. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀθάμας ὁ Αἰόλου τοῦ Ἕλληνος ἐβασίλευσε τῆς Φθίας. ἦν δὲ αὐτῷ ἀνὴρ ἐπίτροπος τῶν χρημάτων καὶ τῆς ἀρχῆς, ὃν μάλιστα πιστὸν ἡγεῖτο καὶ πλείστου ἄξιον, ὄνομα δὲ ἦν αὐτῷ Κριός. ἐπεὶ δὲ ἀπέθανεν ἡ μήτηρ, Φρίξῳ, ὅτι πρεσβύτερος ἦν, τὴν ἀρχὴν ἔδωκεν ******* αἰσθόμενος δὲ ταῦτα ὁ Κριὸς πρὸς μὲν τὸν Ἀθάμαντα οὐδὲν λέγει, πρὸς δὲ τὸν Φρίξον φησί, κελεύων ἀπαλλάττεσθαι αὐτὸν ἐκ τῆς γῆς, καὶ αὐτὸς ναῦν στείλας καὶ ἐνθέμενος ὅ τι ἦν πολλοῦ ἄξιον Ἀθάμαντι καὶ γεμίσας τὴν ναῦν ἁπάντων ἀγαθῶν καὶ χρημάτων, ἐν οἷς καὶ εἰκὼν ἦν, ἣν ἡ μήτηρ Μέροπος, θυγάτηρ Ἡλίου (ὄνομα δ’ ἦν αὐτῇ Κῶς), αὐτὴ ἐκ τῶν ἰδίων χρημάτων ἑαυτῆς [εἰκόνα] ἰσόμετρον χρυσῆν ἐποιήσατο (ἦν δὲ ὁ χρυσὸς πολὺς καὶ λόγος περὶ αὐτοῦ μέγας ἐγίνετο). ἐνέθετο οὖν εἰς τὴν ναῦν ταῦτα καὶ Φρίξον καὶ Ἕλλην, καὶ ᾤχετο ἀπιών. ἡ μὲν οὖν Ἕλλη κατὰ τὸν πλοῦν ἀσθενήσασα ἀπέθανεν (ἐξ ἧς καὶ Ἑλλήσποντος ἐκλήθη)· αὐτοὶ δ’ ἀφικόμενοι εἰς τὸν Φᾶσιν κατοικοῦσιν ἐκεῖ, καὶ γαμεῖ Φρίξος τὴν τοῦ Κόλχων βασιλέως θυγατέρα Αἰήτου, δοὺς ἕδνον τὴν χρυσῆν εἰκόνα τῆς Κῶ. ὕστερον δὲ Ἀθάμαντος τελευτήσαντος Ἰάσων πλεῖ τῇ Ἀργοῖ ἐπὶ τοῦτον τὸν χρυσὸν τῆς Κῶ, ἀλλ’ οὐχὶ δέρμα κριοῦ. οὕτως ἔχει ἡ ἀλήθεια.
Καὶ περὶ τούτων πολὺ γελοιότερος φέρεται λόγος, ὡς ὁ Φόρκυς εἶχε θυγατέρας τρεῖς, αἵτινες ἕνα ὀφθαλμὸν ἔχουσαι ἀνὰ μέρος ἐχρῶντο· τούτων δὲ ἡ χρωμένη ἐνετίθει αὐτὸν εἰς τὴν κεφαλὴν καὶ οὕτως ἔβλεπε· καὶ οὕτως, μιᾶς αὐτῶν ἀποδιδούσης τῇ ἑτέρᾳ τὸν ὀφθαλμόν, ἔβλεπον πᾶσαι. ἐλθὼν δὲ ὁ Περσεὺς ὀπίσω αὐτῶν ἐν ἠρεμαίῳ βαδίσματι καὶ λαβὼν τὸν ὀφθαλμὸν αὐτῶν, ἔφησεν οὐκ ἀποδώσειν, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ. φράζουσι δ’ οὖν οὕτως· ὁ δὲ ἀποτεμὼν τὴν κεφαλὴν αὐτῆς, εἰς Σέριφον ἦλθε καὶ δείξας ταύτην τῷ Πολυδέκτῃ, λίθινον αὐτὸν ἐποίησεν. καὶ τοῦτο δὲ γελοιότερον, ἄνδρα ζῶντα ἰδόντα νεκροῦ κεφαλὴν ἀπολιθωθῆναι. τίς γὰρ ἡ δύναμις τοῦ νεκροῦ; ἐγένετο οὖν τοιοῦτόν τι. Φόρκυς ἦν ἀνὴρ Κερναῖος· οἱ δὲ Κερναῖοι γένος μέν εἰσιν Αἰθίοπες, οἰκοῦσι δὲ νῆσον τὴν Κέρνην ἔξω τῶν Ἡρακλείων Στηλῶν, ἀροῦσι δὲ Λιβύην παρὰ τὸν † Ἄννονα ποταμὸν κατ’ εὐθὺ Καρχηδόνος, εἰσὶ δὲ σφόδρα χρυσοῖ. οὗτος ὁ Φόρκυς ἐβασίλευε τῶν νήσων τῶν ἔξω ‹τῶν› Ἡρακλείων Στηλῶν (εἰσὶ δὲ τρεῖς), καὶ ποιεῖ τετράπηχυ ἄγαλμα Ἀθηνᾶς χρυσοῦν. καλοῦσι δὲ Κερναῖοι τὴν Ἀθηνᾶν Γοργώ, ὥσπερ τὴν Ἄρτεμιν Θρᾷκες μὲν Βένδιν, Κρῆτες δὲ Δίκτυναν, Λακεδαιμόνιοι δὲ Οὖπιν. ὁ μὲν οὖν Φόρκυς ἀποθνῄσκει πρὶν εἰς τὸ ἱερὸν ἀναθεῖναι τὸ ἄγαλμα· κατέλιπε δὲ κόρας τρεῖς, Σθενώ, Εὐρυάλην, Μέδουσαν. αὗται γήμασθαι μὲν οὐδενὶ ἠβουλήθησαν, διελόμεναι δὲ τὴν οὐσίαν ἑκάστη νήσου μιᾶς ἦρχε· τὴν δὲ Γοργὼ οὔτε πω ἀναθεῖναί γ’ αὐταῖς ἐδόκει, οὔτε διελεῖν, ἀλλ’ ἐν μέρει κατετίθεντο [ἐναλλὰξ] θησαυρὸν ἑαυταῖς. ἦν δὲ τῷ Φόρκυνι ἑταῖρος, καλός τε καὶ ἀγαθὸς ἀνήρ, καὶ αὐτῷ ἐν παντὶ πράγματι ἐχρῶντο ὥσπερ ὀφθαλμῷ. Περσεὺς δ’ ἀνὴρ φυγὰς ἐξ Ἄργους ἐληίζετο τὰ κατὰ θάλασσαν ἔχων πλοῖα καὶ ἰσχύν τινα περὶ αὑτόν· πυθόμενος δὲ ταύτῃ βασιλείαν εἶναι γυναικῶν καὶ πολύχρυσον μέν, ὀλίγανδρον δέ, ἀφικνεῖται· καὶ πρῶτον μὲν ναυλοχῶν ἐν τῷ πορθμῷ μεταξὺ τῆς Κέρνης καὶ τῆς Σαρπηδονίας, διαπλέοντα παρὰ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν τὸν Ὀφθαλμὸν λαμβάνει. οὗτος δὲ αὐτῷ φράζει ὅτι ἄλλο μὲν οὐδὲν ἔχει λαβεῖν παρ’ αὐτῶν ἄξιον λόγου ὅ τι μὴ τὴν Γοργώ, μηνύει τε αὐτῆς τὸ πλῆθος τοῦ χρυσοῦ. αὐταὶ δὲ αἱ κόραι, ἐπεὶ οὐχ ἧκεν ὁ Ὀφθαλμὸς ἐν τῷ μέρει κατὰ τὸ εἰρημένον, συνῄεσαν ὁμόσε καὶ ᾐτιᾶτο ἡ ἑτέρα τὴν ἑτέραν. ὁπότε δὲ ἀπηρνοῦντο μὴ ἔχειν, ἐθαύμαζον τί ἂν εἴη τὸ γεγονός. ἐν τούτῳ προσπλεῖ αὐταῖς ὁ Περσεὺς ὁμοῦ οὔσαις, καὶ φράζει ὡς αὐτὸς ἔχει τὸν Ὀφθαλμόν, καί φησι μὴ ἀποδώσειν αὐταῖς, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ· ἐπηπείλει δὲ καὶ προσαποκτενεῖν μὴ εἰπούσας. ἡ μὲν οὖν Μέδουσα οὔ φησι δείξειν, ἡ δὲ Σθενὼ καὶ ἡ Εὐρυάλη ἔδειξαν. τὴν μὲν οὖν Μέδουσαν ἀποκτείνει, ταῖς δὲ ἄλλαις τὸν Ὀφθαλμὸν ἀποδίδωσι. λαβὼν δὲ τὴν Γοργὼ κατέκοψεν· ἀπαρτισάμενος δὲ τριήρη, ἐπέθηκεν ἐπ’ αὐτῆς τὴν τῆς Γοργοῦς κεφαλὴν καὶ τῇ νηὶ ὄνομα ἔθετο Γοργώ. ἐν ταύτῃ δὲ περιπλέων χρήματα παρὰ τῶν νησιωτῶν εἰσεπράττετο καὶ τοὺς μὴ διδόντας ἀνῄρει. οὕτω δὴ καὶ τοὺς Σεριφίους ᾔτει χρήματα προσπλεύσας· οἱ δὲ ἡμέρας αὐτὸν ᾐτήσαντο, ἐν αἷς συλλέξουσι τὰ χρήματα. συναγαγόντες οὖν λίθους ἀνδρομήκεις ἔθηκαν εἰς τὴν ἀγορὰν καὶ ἐκλιπόντες τὴν Σέριφον ᾤχοντο. προσπλεύσας οὖν πάλιν ὁ Περσεὺς ἐπὶ τὴν ἀπαίτησιν τῶν χρημάτων καὶ ἐλθὼν εἰς τὴν ἀγοράν, ἀνθρώπων μὲν οὐδένα εὗρε, λίθους δὲ ἀνδρομήκεις. τοῖς οὖν λοιποῖς τῶν νησιωτῶν ἔλεγεν ὁ Περσεύς, ἐπειδὴ μὴ παρεῖχον τὰ χρήματα, ὁρᾶτε μή, ὡς Σερίφιοι θεασάμενοι τῆς Γοργοῦς τὴν κεφαλὴν ἀπελιθώθησαν, καὶ ὑμεῖς τοῦτο πάθητε.
Τάδε λέγω καὶ περὶ Ἀμαζόνων, ὅτι οὐ γυναῖκες ἦσαν αἱ στρατεύσασαι, ἀλλ’ ἄνδρες βάρβαροι, ἐφόρουν δὲ χιτῶνας ποδήρεις ὥσπερ αἱ Θρᾷσσαι καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, τοὺς δὲ πώγωνας ἐξυρῶντο ὡς καὶ νῦν οἱ † πατηριᾶται παραξίθοοι, καὶ διὰ τοῦτο ἐκαλοῦντο πρὸς τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος μάχεσθαι ἀγαθοὶ ἦσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι, οὐδὲ γὰρ νῦν οὐδαμοῦ.
Ψευδὴς καὶ ὁ περὶ τοῦ Ὀρφέως μῦθος, ὅτι κιθαρίζοντι αὐτῷ ἐφείπετο τετράποδα καὶ ἑρπετὰ καὶ ὄρνεα καὶ δένδρα. δοκεῖ δέ μοι ταῦτα εἶναι. Βάκχαι μανεῖσαι πρόβατα διέσπασαν ἐν τῇ Πιερίᾳ, πολλὰ δὲ καὶ ἄλλα βιαίως εἰργάζοντο τρεπόμεναί τε εἰς τὸ ὄρος διέτριβον ἐκεῖ τὰς ἡμέρας. ὡς δὲ ἔμειναν, οἱ πολῖται, δεδιότες περὶ τῶν γυναικῶν καὶ θυγατέρων, μεταπεμψάμενοι τὸν Ὀρφέα μηχανήσασθαι ἐδέοντο, ὃν τρόπον καταγάγοι ἀπὸ τοῦ ὄρους αὐτάς. ὁ δὲ θυσάμενος τῷ Διονύσῳ ὄργια κατάγει αὐτὰς βακχευούσας κιθαρίζων. αἱ δὲ νάρθηκας τότε πρῶτον ἔχουσαι κατέβαινον ἐκ τοῦ ὄρους καὶ κλῶνας δένδρων παντοδαπῶν· τοῖς δὲ ἀνθρώποις τότε θεασαμένοις τὰ ξύλα θαυμαστὰ ἐφαίνετο, καὶ ἔφασαν Ὀρφεὺς κιθαρίζων ἄγει ἐκ τοῦ ὄρους καὶ τὴν ὕλην. καὶ ἐκ τούτου ὁ μῦθος ἐπλάσθη.
Ὁ περὶ Πανδώρας οὐκ ἀνεκτὸς λόγος, ὡς ἐκ γῆς ἀναπλασθεῖσαν ἀναδοῦναι αὐτὴν καὶ ἄλλοις τὸ πλάσμα. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο· ἀλλὰ Πανδώρα γυνὴ ἐγένετο Ἕλλην μάλιστα πλουσία, καὶ ὅτε ἐξίοι, ἐκοσμεῖτο καὶ ἐχρίετο πολλῇ τῇ γῇ. πρώτη γὰρ αὕτη ἐξεῦρε χρίεσθαι πολλῇ τῇ γῇ τὸ χρῶμα (ὡς καὶ νῦν πολλαί· ὀνομάζεται δὲ οὐδεμία διὰ τὸ πλεῖστον). καὶ τὸ μὲν ἔργον οὕτως ἔχει· ὁ δὲ λόγος ἐπὶ τὸ ἀμήχανον ἐτράπη.
Καὶ τἄλλα φαύλως εἶπον καὶ τὸ πρῶτον γένος ἀνθρώπων ἐκ μελιῶν γενέσθαι [φασίν]. ἐμοὶ δὲ δοκεῖ ἀμήχανον ἐκ ξύλων ἀνθρώπους γενέσθαι. ἀλλὰ Μέλιός τις ἐγένετο καὶ Μελίαι ἐκλήθησαν ἀπὸ τούτου, ὥσπερ Ἕλληνες ἀπὸ Ἕλληνος καὶ Ἴωνες ἀπὸ Ἴωνος. ἀλλ’ ἐκεῖνο μὲν ἐφθάρη τὸ γένος ὅλον, καὶ δὴ καὶ τὸ ὄνομα ἀπέσβη. σιδηρᾶ δὲ καὶ χαλκῆ γενεὰ οὐδέποτε ἐγένετο, ἀλλ’ ἐφλυαρήθη ταῦτα.
Τοῦτο δὲ καὶ περὶ Ἡρακλέους ἐγένετο. λέγεται ὡς ἐφ’ ἑαυτῷ ἔσχε φύλλα ****** ὁ οὖν Φιλοίτης ****** εἴτε καὶ ἰδιώτης ὑπάρχων ἐπινοήσας ἔκαυσεν καὶ ὑγιᾶ ἐποίησεν. ὁ δὲ λόγος ἐλέχθη οὕτως ἐντεῦθεν.
Περὶ τοῦ Κήτους τάδε λέγεται, ὡς τοῖς Τρωσὶν ἐκ τῆς θαλάσσης ἐπεφοίτα καί, εἰ μὲν αὐτῷ δοῖεν κόρας εἰς βοράν, ἀπῄει, εἰ δὲ μή, ἐλυμαίνετο τὴν χώραν αὐτῶν. ὡς δὲ μάταιόν ἐστιν ἄνδρας ἰχθύσι συνθήκας τίθεσθαι, τίς οὐκ οἶδεν; ἀλλ’ ἦν τοῦτο. ἀνὴρ βασιλεὺς μέγας καὶ πολλὴν ἔχων δύναμιν εἶχε ναυτικὸν πολύ, ὃς κατεστρέψατο ἅπαν τῆς Ἀσίας τὸ παραθαλάσσιον, οἵτινες καὶ φόρον, ὃν καὶ δασμὸν καλοῦσιν, ἐτέλουν. ἀργυρίῳ μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐχρῶντο, ἀλλὰ σκεύεσι· προσετέτακτο δὲ τῶν πόλεων αἷς μὲν ἵππους διδόναι, αἷς δὲ βόας, αἷς δὲ κόρας. τούτῳ τῷ βασιλεῖ ὄνομα ἦν Κήτων, οἱ δὲ βάρβαροι αὐτὸν ἐκάλουν Κῆτος. περιέπλει οὖν κατὰ τὸν δέοντα χρόνον ἀπαιτῶν τὸν δασμόν· ὅσοι δὲ μὴ ἀπεδίδοσαν ἐκακοῦντο τὰς χώρας. ἔρχεται δὲ εἰς Τροίαν καθ’ ὃν χρόνον ἧκε καὶ Ἡρακλῆς ἔχων στρατιὰν Ἑλλήνων. μισθοῦται δὲ αὐτὸν Λαομέδων ὁ βασιλεὺς ἀρῆξαι τοῖς Τρωσίν. ἀποβιβάσας δὲ τὴν στρατιὰν ὁ Κήτων ὡδοιπόρει· ὑπαντήσαντες δὲ αὐτῷ Ἡρακλῆς τε καὶ Λαομέδων ἑκάτεροι ἔχοντες τὴν ἑαυτῶν στρατιάν, ἀναιροῦσιν αὐτόν. οὗ γενομένου προσανεπλάσθη ὁ μῦθος.
Λέγεται καὶ περὶ τῆς ὕδρας τῆς Λερναίας ὅτι ὄφις ἦν ἔχων πεντήκοντα κεφαλάς, σῶμα δὲ ἕν, καὶ ἐπειδὴ αὐτῆς ἀφέλοιτο μίαν Ἡρακλῆς κεφαλήν, δύο ἀνεφύοντο. καὶ ὁ καρκίνος δὲ ἦλθε βοηθῶν τῇ ὕδρᾳ· καὶ τότε δὴ ὁ Ἰόλαος ἀμύνει τῷ Ἡρακλεῖ, ἐπειδὴ καὶ τῇ ὕδρᾳ ἤμυνεν ὁ καρκίνος. τούτων δὲ εἴ τις πείθεταί τι γενέσθαι, μάταιός ἐστιν· γελοία γὰρ καὶ ἡ ὄψις· καὶ πῶς, ὁπότε ἀφέλοιτο μίαν κεφαλήν, ὑπὸ τῶν λοιπῶν οὐ κατησθίετο καὶ ἤλγει; ἦν οὖν τοιοῦτον. Λέρνος ἦν βασιλεύς του χωρίου, ἔσχε δὲ ἀπ’ ἐκείνου τὸ ὄνομα καὶ τὸ χωρίον (ᾤκουν δὲ πάντες οἱ ἄνθρωποι τότε κατὰ κώμας, καὶ τοῦτο τὸ χωρίον Ἀργεῖοι νῦν ἔχουσιν). ἦσαν δὲ πόλεις τότε Ἄργος, Μυκήνη, Τυρήνη, Λέρνη, καὶ βασιλεὺς ἐφ’ ἐκάστῳ ἐτέτακτο τῶν χωρίων τούτων. οἱ μὲν οὖν ἄλλοι βασιλεῖς Εὐρυσθεῖ τοῦ Σθενέλου τοῦ Περσέως ὑπετάττοντο· εἶχε γὰρ τὸ μέγιστον καὶ πολυανδρότατον, τὰς Μυκήνας· ὁ δὲ Λέρνος οὐκ ἤθελεν αὐτῷ ὑποτετάχθαι. ἐπολέμουν οὖν αὐτῷ διὰ τοῦτο. ἦν δὲ τῷ Λέρνῳ ἐν τῇ εἰσβολῇ τῆς χώρας πολίχνιόν τι καρτερόν, καὶ ἐφρούρουν αὐτὸ πεντήκοντα τοξόται ἀνδρεῖοι, οἳ ἐπῄεσαν ἐπὶ τῷ πύργῳ ἀδιαλείπτως νύκτα καὶ ἡμέραν. ὄνομα δὲ ἦν τῷ πολιχνίῳ Ὕδρα. πέμπει οὖν Εὐρυσθεὺς Ἡρακλέα ἐκπορθήσοντα τὸ πολίχνιον. οἱ δὲ περὶ Ἡρακλέα ἐπυρπόλουν τοὺς ἐπὶ τῷ πύργῳ τοξότας· ὁπότε δέ τις πληγεὶς πέσοι, δύο ἀνέβαινον τοξόται ἀνθ’ ἑνός, ἐπεὶ ἀνδρεῖος ἦν ὁ προανῃρημένος. ἐπεὶ δὲ συνείχετο ὁ Λέρνος ὑπὸ τοῦ Ἡρακλέους τῷ πολέμῳ, μισθοῦται ἐπικούρους Κᾶρας. ἦλθε δὲ αὐτῷ ἄγων τὴν στρατιὰν Καρκίνος ὀνόματι ἀνὴρ μέγας καὶ πολεμικός. καὶ σὺν τούτῳ ἀντεῖχον πρὸς τὸν Ἡρακλέα. εἶτα βοηθεῖ Ἰόλαος ὁ Ἰφικλέους ἀδελφιδοῦς ὢν τῷ Ἡρακλεῖ ἔχων στρατιὰν ἀπὸ Θηβῶν καὶ τὸν πεφυκότα πύργον πρὸς τῇ Ὕδρᾳ προσελθὼν ἐνέπρησε, καὶ σὺν ταύτῃ τῇ δυνάμει ‹ἐκ›πορθεῖ αὐτοὺς ὁ Ἡρακλῆς, καὶ τὴν Ὕδραν ἀναιρεῖ καὶ τὴν στρατιὰν ἀπόλλυσιν. οὗ γενομένου γράφουσι τὴν ὕδραν ὄφιν καὶ τὸν μῦθον προσαναπλάττουσιν.
Εἴρηται περὶ Κερβέρου ὡς κύων ὢν τρεῖς εἶχε κεφαλάς. δῆλον δὲ ὅτι καὶ οὗτος ἀπὸ τῆς πόλεως ἐκλήθη Τρικάρηνος, ὥσπερ ὁ Γηρυόνης· ἔλεγον δὲ οἱ ἄνθρωποι καλός τε καὶ μέγας ὁ Τρικάρηνος κύων. εἴρηται δὲ περὶ αὐτοῦ ὡς Ἡρακλῆς αὐτὸν ἐξ ιδου ἀνήγαγε, μυθικῶς. ἐγένετο δὲ τοιόνδε τι. Γηρυόνῃ ἐπὶ ταῖς βουσὶν ἦσαν κύνες μεγάλοι καὶ νεανίαι, ὀνόματα δὲ ἦν αὐτοῖς τῷ μὲν Κέρβερος, τῷ δὲ Ὄρθος. τὸν μὲν οὖν Ὄρθον Ἡρακλῆς ἐν Τρικαρηνίᾳ πρὶν περιελάσαι τὰς βοῦς ἀναιρεῖ· ὁ δὲ Κέρβερος συνηκολούθει ταῖς βουσίν. ἐπιθυμήσας δὲ τοῦ κυνὸς ἀνὴρ Μυκηναῖος ὄνομα Μολοττός, τὸ μὲν πρῶτον ᾔτει τὸν Εὐρυσθέα ἀποδόσθαι αὐτῷ τὸν κύνα· οὐ βουλομένου δὲ τοῦ Εὐρυσθέως, ἀναπείθει τοὺς βουκόλους καὶ κατείργνυσι τὸν κύνα ἐν τῇ Λακωνικῇ ἐπὶ Ταινάρῳ ἐν σπηλαίῳ τινὶ τεκνοποιίας ἕνεκα, καὶ ὑφίησιν αὐτῷ κύνας θηλείας ἐμβατεύειν. Εὐρυσθεὺς δὲ πέμπει Ἡρακλέα κατὰ ζήτησιν τοῦ κυνός. ὁ δὲ πᾶσαν Πελοπόννησον περιιὼν ἦλθεν ὅπου αὐτῷ ἐμηνύθη ὁ κύων ὑπάρχειν, καὶ καταβὰς ἀνάγει ἐκ τοῦ ἄντρου τὸν κύνα. ἔλεγον οὖν οἱ ἄνθρωποι διὰ τοῦ ἄντρου καταβὰς εἰς ιδου Ἡρακλῆς ἀνήγαγε τὸν κύνα.