De Incredibilibus
Palaiphatos
Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.
Καὶ ὁ περὶ Καλλιστοῦς λόγος τοιοῦτος, ὡς κυνηγετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς γετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς ξύλοχόν που καταντήσασαν, ὅπου ἐτύγχανεν ἄρκτος, θηρεύουσαν καταβρωθῆναι· τοὺς δὲ ‹συγ›κυνηγετοῦντας, ἰδόντας εἰσελθοῦσαν μέν, μηκέτι δὲ ἐξερχομένην, εἰπεῖν ὡς ἡ κόρη ἄρκτος ἐγένετο.
Φασὶν Εὐρώπην τὴν Φοίνικος ἐπὶ ταύρου ὀχουμένην διὰ τῆς θαλάσσης ἐκ Τύρου εἰς Κρήτην ἀφικέσθαι. ἐμοὶ δὲ οὔτ’ ἂν ταῦρος οὔθ’ ἵππος δοκεῖ τοσοῦτον πέλαγος διανύσαι [δύνασθαι], οὔτε κόρη ἐπὶ ταῦρον ἄγριον ἀναβῆναι· ὅ τε Ζεύς, εἰ ἐβούλετο Εὐρώπην εἰς Κρήτην ἐλθεῖν, εὑρεῖν ἂν αὐτῇ ἑτέραν πορείαν καλλίονα. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. ἀνὴρ Κνώσιος ὀνόματι Ταῦρος ἐπολέμει τὴν Τυρίαν χώραν. τελευτῶν οὖν ἐκ Τύρου ἥρπασεν ἄλλας τε πολλὰς κόρας καὶ δὴ καὶ τὴν τοῦ βασιλέως θυγατέρα Εὐρώπην. ἔλεγον οὖν οἱ ἄνθρωποι Εὐρώπην τὴν τοῦ βασιλέως Ταῦρος ἔχων ᾤχετο. τούτων γενομένων προσανεπλάσθη ὁ μῦθος.
Φασὶν ὡς Ἀχαιοὶ οἱ ἐν ξυλίνῳ κοίλῳ ἵππῳ ἀριστεῖς κατέβαλον τὴν Ἴλιον. ἔστι δὲ μυθώδης ἄγαν ὁ λόγος. ἡ δὲ ἀλήθεια αὕτη. ἵππον κατεσκεύασαν ξύλινον πρὸς μέτρον τῶν πυλῶν, ὅπως μὴ ἑλκόμενος εἰσέλθῃ, ἀλλ’ ὑπερέχῃ τῷ μεγέθει. οἱ δὲ λοχαγοὶ ἐκάθηντο ἐν κοίλῳ χωρίῳ παρὰ τὴν πόλιν, ὃς Ἀργείων λόχος ἐκαλεῖτο μέχρι τοῦ νῦν. αὐτόμολος δὲ ἐλθὼν παρὰ τῶν Ἀργείων Σίνων φράζει αὐτοῖς κατὰ μαντείαν ὡς, εἰ μὴ εἰσαγάγοιεν τὸν ἵππον εἰς τὴν πόλιν, ὑποστρεψόντων Ἀχαιῶν, ἂν δὲ εἰσαγάγωσι, μηκέθ’ ἡξόντων. οὑ ἐπακούσαντες οἱ Τρῶες καὶ καθελόντες τὸ τεῖχος, εἰσάγουσι τὸν ἵππον. εὐωχουμένοις δὲ αὐτοῖς ἐπιπίπτουσιν οἱ Ἕλληνες δι’ ἧς καθῄρητο τὸ τεῖχος, καὶ οὕτως ἑάλω ἡ Ἴλιος.
Λέγεται ὅτι Αἴολος ἄνθρωπος ἦν κυριεύων πνευμάτων, ὅστις ἔδωκεν Ὀδυσσεῖ τοὺς ἀνέμους ἐν ἀσκῷ· περὶ δὲ τούτου, ὡς οὐχ οἷόν τε γίνεσθαι, δῆλον εἶναι πᾶσιν οἶμαι. εἰκὸς δὲ ἀστρολόγον γενόμενον Αἴολον φράσαι Ὀδυσσεῖ τοὺς χρόνους καὶ καθ’ ἃς ἐπιτολὰς ἄνεμοί τινες πνευσοῦνται. φασὶ δὲ ὅτι καὶ χαλκοῦν τεῖχος τῇ πόλει αὐτοῦ περιεβέβλητο, ὅπερ ἐστὶ ψεῦδος· ὁπλίτας γὰρ εἶχε τὴν πόλιν αὐτοῦ φυλάττοντας.
Λέγεται ὡς γυναῖκές τινες ἦσαν αἱ Ἑσπερίδες, ταύταις δὲ ἦν μῆλα χρυσᾶ ἐπὶ μηλέας, ἣν ἐφύλασσε δράκων, ἐφ’ ἃ μῆλα καὶ Ἡρακλῆς ἐστρατεύσατο. ἔχει δὲ ἡ ἀλήθεια ὧδε. Ἕσπερος ἦν ἀνὴρ Μιλήσιος, ὃς ᾤκει ἐν τῇ Καρίᾳ καὶ εἶχε θυγατέρας δύο αἳ ἐκαλοῦντο Ἑσπερίδες. τούτῳ δὲ ἦσαν ὄις καλαὶ καὶ εὔκαρποι, τοῦτο τὸ γένος ὃ νῦν ἐστιν ἐν Μιλήτῳ. ἐπὶ τούτῳ δὴ ὠνομάζοντο χρυσαῖ· κάλλιστον γὰρ ὁ χρυσός, ἦσαν δὲ κἀκεῖναι κάλλισται. μῆλα δὲ ἐκαλεῖτο τὰ πρόβατα. ἅπερ ἰδὼν Ἡρακλῆς βοσκόμενα παρὰ τῇ θαλάσσῃ, περιελάσας ἐνέθετο εἰς τὴν ναῦν, καὶ τὸν ποιμένα αὐτῶν ὀνόματι Δράκοντα *** ἤγαγεν εἰς οἶκον, οὐκέτι ζῶντος τοῦ Ἑσπέρου, ἀλλὰ τῶν παίδων αὐτοῦ. ἔλεγον δὴ οἱ ἄνθρωποι ἐθεασάμεθα χρυσᾶ μῆλα, ἃ ἤγαγεν ἐξ Ἑσπερίδων Ἡρακλῆς τὸν φύλακα ἀποκτείνας Δράκοντα. ἔνθεν ὁ μῦθος.
Περὶ Κόττου καὶ Βριάρεω, ὡς ἑκατὸν ἔσχον χεῖρας ἄνδρες ὄντες, πῶς οὐκ εὔηθες; τὸ δὲ ἀληθὲς οὕτως. τούτων τῇ πόλει ὄνομα ἦν Ἑκατογχειρία, ἐν ᾗ ᾤκουν, ἦν δὲ τῆς Χαονίας τῆς νῦν Ὀρεστιάδος καλουμένης. τεκμαίρομαι δὲ ὅτι μετὰ τῶν Ὀλυμπίων ἐμαχέσαντο τὴν πρὸς Τιτᾶνας μάχην· ταῦτα δὲ τὰ χωρία ὅμορά ἐστι τῷ Ὀλύμπῳ. ἔλεγον οὖν οἱ ἄνθρωποι Κόττος καὶ Βριάρεως [καὶ Γύγης] οἱ Ἑκατόγχειρες βοηθήσαντες τοῖς Ὀλυμπίοις αὐτοὶ ἐξήλασαν τοὺς Τιτᾶνας ἐκ τοῦ Ὀλύμπου.
Λέγεται περὶ Σκύλλης ὡς ἦν ἐν Τυρρηνίᾳ θηρίον τι γυνὴ μὲν μέχρι τοῦ ὀμφαλοῦ, κυνῶν δὲ ἐντεῦθεν προσπεφύκεσαν κεφαλαί, τὸ δ’ ἄλλο σῶμα ὄφεως. τοιαύτην δὲ φύσιν ἐννοεῖν πολλὴ εὐήθεια. ἡ δὲ ἀλήθεια αὕτη. Τυρρηνῶν νῆες ἦσαν, αἳ ἐληίζοντο τὰ περίχωρα τῆς Σικελίας καὶ τὸν Ἰόνιον κόλπον. ἦν δὲ καὶ ναῦς τριήρης ταχεῖα τότε, ᾗ ὄνομα Σκύλλα, καὶ κατεπεγέγραπτο ἐπὶ τῆς πρῴρας. αὕτη δ’ ἡ τριήρης τὰ λοιπὰ τῶν πλοίων συλλαμβάνουσα πολλάκις εἰργάζετο βρῶμα, καὶ λόγος ἦν περὶ αὐτῆς πολύς. ταύτην τὴν ναῦν Ὀδυσσεὺς φορῷ καὶ λάβρῳ πνεύματι χρησάμενος διέφυγε· διηγήσατο δὲ ἐν Κερκύρᾳ τῷ Ἀλκινόῳ ὡς ἐδιώχθη καὶ ὡς ἐξέφυγε καὶ τὴν ἰδέαν τοῦ πλοιαρίου. προσανεπλάσθη δὲ ὁ μῦθος.
Λέγεται περὶ Δαιδάλου ὡς ἀγάλματα κατεσκεύαζε δι’ ἑαυτῶν πορευόμενα· ὅπερ ἔμοιγε ἀδύνατον εἶναι δοκεῖ, ἀνδριάντα δι’ ἑαυτοῦ βαδίζειν. τὸ δὲ ἀληθὲς τοιοῦτον. οἱ τότε ἀνδριαντοποιοὶ καὶ ἀγαλματοποιοὶ συμπεφυκότας ὁμοῦ τοὺς πόδας καὶ τὰς χεῖρας παρατεταμένας ἐποίουν. Δαίδαλος δὲ πρῶτος ἐποίησε διαβεβηκότα τὸν ἕνα πόδα. διὰ τοῦτο δὴ οἱ ἄνθρωποι ἔλεγον ὁδοιποροῦν τὸ ἄγαλμα τοῦτο εἰργάσατο Δαίδαλος, ἀλλ’ οὐχὶ ἑστηκός, ὡς καὶ νῦν λέγομεν μαχόμενοί γε ἄνδρες γεγραμμένοι εἰσί καὶ τρέχοντες ἵπποι καὶ χειμαζομένη ναῦς. οὕτω κἀκεῖνον ἔλεγον ὁδοιποροῦντα ποιεῖν ἀγάλματα.
Ἱστορεῖται περὶ Φινέως ὡς διεφόρουν Ἅρπυιαι τὸν βίον αὐτοῦ, δοκοῦσι δὲ ἔνιοι θηρία πετεινὰ εἶναι ταῦτα ἁρπάζοντα ἀπὸ τῆς τραπέζης τοῦ Φινέως τὸ δεῖπνον. ἡ δὲ ἀλήθεια αὕτη. Φινεὺς ἦν Παιονίας βασιλεύς. γέροντα δὲ αὐτὸν ὄντα ἡ ὄψις ἐπέλιπεν οἵ τε ἄρρενες παῖδες ἀπέθανον. θυγατέρες δὲ ἦσαν αὐτῷ Ἐράσεια καὶ Ἁρπύρεια ***, αἵτινες τὸν βίον αὐτοῦ διέφθειρον. ἔλεγον οὖν οἱ πολῖται δύστηνος ὁ Φινεύς· αἱ ρπυιαι αὐτοῦ διαφθείρουσι τὸν βίον. οἰκτείραντες δὲ αὐτὸν Ζήτης καὶ Κάλαϊς, ἀστυγείτονες αὐτῷ ὄντες, Βορέου δὲ παῖδες (ἀνδρός, οὐκ ἀνέμου), βοηθήσαντες αὐτῷ, τάς τε θυγατέρας ἐξεδίωξαν ἐκ τῆς πόλεως καὶ τὰ χρήματα συναθροίσαντες, ἐπίτροπον αὐτῶν κατέστησαν τῶν Θρᾳκῶν τινα.
Περὶ Μήστρας τῆς Ἐρυσίχθονος φασὶν ὡς, ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου καταγελάστου. πῶς γὰρ εἰκὸς ἐκ κόρης γενέσθαι βοῦν καὶ αὖθις κύνα ἢ ὄρνεον; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἐρυσίχθων ἦν ἀνὴρ Θετταλός, διαφθείρας δὲ τὰ χρήματα πένης ἐγένετο. ἦν δὲ θυγάτηρ αὐτῷ καλὴ καὶ ὡραία Μήστρα ὀνόματι· ὅστις δὲ εἶδεν αὐτήν, ἐπιθυμητικῶς διέκειτο. ἀργυρίῳ μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐμνηστεύοντο, ἐδίδοσαν δὲ οἱ μὲν ἵππους, οἱ δὲ βοῦς, τινὲς δὲ πρόβατα ἢ ὅ τι ἂν ἐθέλῃ ἡ Μήστρα. ἔλεγον δὲ οἱ Θετταλοί, ὁρῶντες ἀθροιζόμενον τῷ Ἐρυσίχθονι τὸν βίον, ἐγένετο ἐκ Μήστρας αὐτῷ καὶ ἵππος καὶ βοῦς καὶ τἄλλα. ὅθεν ὁ μῦθος προσανεπλάσθη.
Γηρυόνην δέ φασιν ὅτι τρικάρηνος ἐγένετο. ἀδύνατον δὲ σῶμα ‹ἓν› τρεῖς ἔχειν κεφαλάς. ἦν δὲ τοιοῦτον. πόλις ἐστὶν ἐν τῷ Εὐξείνῳ πόντῳ Τρικαρηνία καλουμένη. ἦν δὲ ὁ Γηρυόνης ἐν τοῖς τότε ἀνθρώποις ὀνομαστός, πλούτῳ τε καὶ τοῖς ἄλλοις διαφέρων· εἶχε δὲ καὶ βοῶν ἀγέλην θαυμαστήν, ἐφ’ ἣν ἐλθὼν Ἡρακλῆς ἀντιποιούμενον Γηρυόνην ἀπέκτεινεν. οἱ δὲ θεώμενοι περιελαυνομένας τὰς βοῦς ἐθαύμαζον· ἦσαν γὰρ τὸ μὲν μέγεθος μικραί, ἀπὸ δὲ κεφαλῆς ἐπὶ τὴν ὀσφὺν μακραὶ καὶ σιμαί, κέρατα οὐκ ἔχουσαι, ὀστέα δὲ μεγάλα καὶ πλατέα. πρὸς τοὺς πυνθανομένους οὖν ἔλεγόν τινες Ἡρακλῆς ταύτας περιήλασεν οὔσας Γηρυόνου τοῦ Τρικαρήνου. τινὲς δὲ ἐκ τοῦ λεγομένου ὑπέλαβον αὐτὸν τρεῖς ἔχειν κεφαλάς.
Φασὶ δὲ ὅτι καὶ οὗτος κατεβρώθη ὑπὸ τῶν ἵππων, ἀγνοοῦντες ὅτι ἱπποτροφῶν καὶ μεγάλας δαπάνας ποιούμενος καὶ τῶν οἰκείων οὐδὲν ἐπιμελούμενος ἐπετρίβη, καὶ ἐπέλιπεν αὐτὸν ὁ βίος.
Καὶ οὗτος ὁ μῦθος παγγέλοιος, ὡς δὴ τοῦ Γλαύκου ἐν πίθῳ μέλιτος ἀποθανόντος ὁ Μίνως ἐν τῷ τύμβῳ κατώρυξε τὸν Κοιράνου Πολύιδον (ὃς ἦν ἐκ τοῦ Ἄργους), ὃς ἰδὼν δράκοντα ἑτέρῳ δράκοντι τεθνεῶτι πόαν ἐπιθέντα καὶ ἀναστήσαντα αὐτόν, καὶ αὐτὸς ταὐτὸ ποιήσας τῷ Γλαύκῳ, ἀνέστησεν αὐτόν. ὅπερ ἐστὶν ἀδύνατον, ἀποθανόντα ἄνδρα ἀναστῆσαι ἢ ὄφιν, ἀλλ’ οὐδὲ ἄλλο ζῷον. ἐγένετο δέ τι τοιόνδε. Γλαῦκος πιὼν μέλι ἐταράχθη τὴν κοιλίαν, χολῆς δὲ αὐτῷ πλείονος κινηθείσης καὶ λειποθυμήσαντος, ἀφίκοντο οἵ τε δὴ ἄλλοι ἰατροί, ἅτε χρήματα ληψόμενοι, καὶ δὴ καὶ Πολύιδος, ἤδη δὲ ἐκλείποντος αὐτοῦ, εἰδώς τινα πόαν ὠφελοῦσαν, ἣν ἔμαθε παρά τινος ἰατροῦ, ᾧ ὄνομα ἦν Δράκων, καὶ ταύτῃ τῇ βοτάνῃ χρησάμενος, ὑγιᾶ ἐποίησε τὸν Γλαῦκον. ἔλεγον οὖν οἱ ἄνθρωποι Πολύιδος Γλαῦκον ὑπὸ μέλιτος ἀποθανόντα βοτάνῃ ἀνέστησεν, ἣν παρὰ Δράκοντος ἔμαθεν. ἀφ’ οὗ οἱ μυθογράφοι τὸν μῦθον ἔπλασαν.