De Incredibilibus

Palaiphatos

Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Περὶ Ἀλκήστιδος εἴρηται μῦθος τραγικώδης, ὡς δή, μέλλοντός ποτε Ἀδμήτου ἀποθανεῖσθαι, αὕτη εἵλετο ὑπὲρ αὐτοῦ θανεῖν, καὶ ὡς Ἡρακλῆς αὐτὴν διὰ τὴν εὐσέβειαν ἀφελόμενος τὸν Θάνατον [καὶ ἀναγαγὼν ἐκ τοῦ ιδου] ἀπέδωκεν Ἀδμήτῳ. ἐμοὶ δὲ δοκεῖ μηδένα ἀποθανόντα δύνασθαί τινα ἀναβιῶναι ποιῆσαι. ἀλλ’ ἐγένετο τοιόνδε τι. ἐπειδὴ Πελίαν ἀπέκτειναν αἱ θυγατέρες, Ἄκαστος ὁ Πελίου ἐδίωκεν αὐτὰς ἀνταποκτεῖναι θέλων ἀντὶ τοῦ πατρός. καὶ τὰς μὲν ἄλλας λαμβάνει· Ἄλκηστις δὲ φεύγει εἰς Φερὰς πρὸς Ἄδμητον ἀνεψιὸν αὐτῆς, καὶ καθεζομένην ἐπὶ τῆς ἑστίας οὐκ ἠδύνατο Ἄδμητος Ἀκάστῳ ἔκδοτον ἐξαιτουμένῳ δοῦναι. ὁ δὲ παρακαθίσας στρατιὰν πολλὴν περὶ τὴν πόλιν ἐπυρπόλει αὐτούς. ἐπεξιὼν δὲ ὁ Ἄδμητος νύκτωρ, ἐντυχὼν λοχαγοῖς συνελήφθη ζῶν. ἠπείλει δὲ Ἄκαστος ἀποκτεῖναι αὐτόν, εἰ μὴ παραδώσει τὴν ‹Ἄλκηστιν› ἱκέτιν οὖσαν. πυθομένη οὖν Ἄλκηστις ὅτι μέλλει ἀναιρεῖσθαι Ἄδμητος δι’ αὐτήν, ἐξελθοῦσα ἑαυτὴν παρέδωκε. τὸν μὲν οὖν Ἄδμητον ἀφίησιν Ἄκαστος, ἐκείνην δὲ συλλαμβάνει. ἔλεγον οὖν οἱ ἄνθρωποι ἀνδρεία γε ἡ Ἄλκηστις· ἑκοῦσα ὑπεραπέθανεν Ἀδμήτου. τοῦτο μέντοι οὐκ ἐγένετο, ὡς ὁ μῦθός φησι. κατὰ γὰρ τοῦτον τὸν καιρὸν Ἡρακλῆς ἧκεν ἔκ τινος τόπου ἄγων τὰς Διομήδους ἵππους. τοῦτον ἐκεῖσε πορευόμενον ἐξένισεν Ἄδμητος. ὀδυρομένου δὲ τοῦ Ἀδμήτου τὴν συμφορὰν τῆς Ἀλκήστιδος, ἀνακτησάμενος Ἡρακλῆς ἐπιτίθεται τῷ Ἀκάστῳ καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρει· καὶ τὰ μὲν λάφυρα τῇ ἑαυτοῦ στρατιᾷ διανέμει, τὴν δὲ Ἄλκηστιν τῷ Ἀδμήτῳ παραδίδωσιν. ἔλεγον οὖν οἱ ἄνθρωποι ὡς ἐντυχὼν Ἡρακλῆς ἐκ τοῦ θανάτου ἐρρύσατο τὴν Ἄλκηστιν. τούτων γενομένων ὁ μῦθος ἀνεπλάσθη.

Περὶ Ζήθου καὶ Ἀμφίονος ἱστοροῦσιν ἄλλοι τε καὶ Ἡσίοδος ὅτι κιθάρᾳ τὸ τεῖχος τῆς Θήβης ἐτείχισαν. δοκοῦσι δὲ ἔνιοι κιθαρίζειν ‹μὲν› αὐτούς, τοὺς δὲ λίθους αὐτομάτως ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. κιθαρῳδοὶ οὗτοι ἄριστοι ἐγένοντο καὶ ἐπεδείκνυντο μισθῷ. ἀργύριον δὲ οὐκ εἶχον οἱ τότε ἄνθρωποι. ἐκέλευον οὖν οἱ περὶ τὸν Ἀμφίονα, εἴ τις βούλοιτο ἀκούειν αὐτῶν, ἐρχόμενος ἐργάζεσθαι ἐπὶ τὸ τεῖχος· οὐ μέντοι οἱ λίθοι εἵποντο ἀκροώμενοι. εὐλόγως οὖν ἔλεγον οἱ ἄνθρωποι ὅτι λύρᾳ τὸ τεῖχος ἐτειχίσθη.

Φασὶ τὴν Ἰὼ ὡς ἐκ γυναικὸς βοῦς γενομένη καὶ οἰστρήσασα, διὰ τῆς θαλάσσης εἰς Αἴγυπτον ἐξ Ἄργους ἀφίκετο. ὅπερ ἐστὶν ἀπίθανον, τὸ *** καὶ τοσαύτας ἡμέρας ἄσιτον μένειν. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰὼ βασιλέως τῶν Ἀργείων ἦν θυγάτηρ. ταύτῃ οἱ ἀπὸ τῆς πόλεως τιμὴν ἔδωκαν ἱέρειαν εἶναι τῆς Ἥρας τῆς Ἀργείας. αὕτη ἔγκυος γενομένη καὶ δείσασα τὸν πατέρα καὶ τοὺς πολίτας ἔφυγεν ἐκ τῆς πόλεως. οἱ δὲ Ἀργεῖοι κατὰ ζήτησιν ἐξιόντες, ὅπου δἂν εὗρον συλλαμβάνοντες ἐν δεσμοῖς εἶχον. ἔλεγον οὖν ὥσπερ βοῦς οἰστρήσασα διαφεύγει **** καὶ τελευταῖον ἐμπόροις τισὶ ξένοις δίδωσιν ἑαυτὴν καὶ ἱκετεύει ἐξάγειν εἰς Αἴγυπτον, ἔνθα ἀφικομένη τίκτει. καὶ ὁ μῦθος προσανεπλάσθη.

Ἡ Μήδεια φασὶ ‹μὲ›ν ὡς ἀφέψουσα τοὺς πρεσβυτέρους νέους ἐποίει, οὐδένα δὲ δείκνυται νέον ποιήσασα· ὃν δὲ ἥψησε πάντως ἀπέκτεινεν. ἐγένετο δέ τι τοιοῦτον. Μήδεια πρώτη ἐφεῦρεν ἄνθος τὸ πυρρὸν καὶ τὸ μέλαν. τοὺς οὖν γέροντας ἐκ πολιῶν μέλανας ‹καὶ πυρροὺς› ἐποίει φαίνεσθαι· βάπτουσα γὰρ αὐτοὺς τὰς λευκὰς τρίχας εἰς μελαίνας καὶ πυρρὰς μετέβαλεν. *** πυρίαν πρώτη Μήδεια ἐφεῦρεν ἀνθρώποις ὄφελος. ἐπυρία οὖν τοὺς βουλομένους, οὐκ ἐν τῷ προφανεῖ, ἵνα μή τις μάθῃ τῶν ἰατρῶν, πυριῶσα δὲ ὥρκου μηδενὶ μηνύειν. ὄνομα δὲ ἦν τῷ πυριάματι παρέψησις. ὥσπερ οὖν καὶ κουφότεροι καὶ ὑγιεινότεροι ἐγίνοντο οἱ ἄνθρωποι πυριώμενοι. ἐκ δὴ τούτου, ὁρῶντες παρ’ αὐτῇ λέβητας καὶ πῦρ, ἐπείσθησαν ὡς ἕψει τοὺς ἀνθρώπους. ὁ δὲ Πελίας, ἄνθρωπος γέρων καὶ ἀσθενής, πυριώμενος ἀπέθανεν. ἐντεῦθεν ὁ μῦθος.

Εἴρηται περὶ Ὀμφάλης ὡς Ἡρακλῆς λατρεύει παρ’ αὐτῇ. μάταιος δὲ ὁ λόγος. ἐξὸν γὰρ κἀκείνης καὶ τῶν ὑπαρχόντων αὐτῇ δεσπόζειν *****. ἐγένετο οὖν τοιόνδε τι. Ὀμφάλη ἦν Ἰαρδάνου θυγάτηρ Λυδῶν βασιλέως. αὕτη ἀκούσασα τὴν ἰσχὺν Ἡρακλέους, προσεποιήθη ἐρᾶν αὐτοῦ. πλησιάσας δὲ Ἡρακλῆς ἔρωτι ἑάλω αὐτῆς, γεννᾷ δὲ ἐξ αὐτῆς υἱόν· ἡδόμενος δὲ αὐτῇ ἐποίει ὅ τι προστάττοι Ὀμφάλη. οἱ δὲ εὐήθεις ὑπέλαβον λατρεύειν αὐτὸν αὐτῇ.

Φασὶν ὡς Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας καλούμενον πανταχοῦ περιέφερεν, ἐξ οὗ ἐγίνετο αὐτῷ ὅσα ἐβούλετο εὐξαμένῳ. ἡ δὲ ἀλήθεια ἥδε. Ἡρακλῆς ἀποδημῶν κατὰ Βοιωτίαν μετὰ Ἰολάου τοῦ ἀδελφιδοῦ καταλύει ἐν Θεσπιαῖς ἔν τινι πανδοκείῳ, ἐν ᾧ ἐτύγχανε γυνὴ καλουμένη Ἀμάλθεια πανδοκεύουσα, ὡραία καὶ καλὴ σφόδρα. Ἡρακλῆς δὲ ἡδόμενος αὐτῇ πλείονα χρόνον ἐπεξενοῦτο. Ἰόλαος δὲ βαρέως φέρων ἐπινοεῖ τὴν ἐμπολὴν τῆς Ἀμαλθείας ἐν κέρατι κειμένην ἀφελέσθαι, ἐξ ἧς ἐμπολῆς ὅ τι ἤθελεν ὠνεῖτο ἑαυτῷ τε καὶ Ἡρακλεῖ. ἔλεγον οὖν οἱ συνέκδημοι Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας ἔσχεν, ἐξ οὗ ὠνεῖτο ὅσα βούλοιτο ἑαυτῷ. ἐκ τούτων οὖν ὁ μῦθος προσανεπλάσθη, καὶ οἱ γραφεῖς γράφοντες ‹τὸν Ἡρακλέα› προσγράφουσι τὸ Ἀμαλθείας κέρας.

— — —

Ὑάκινθος Ἀμυκλαῖον ἦν μειράκιον καὶ καλόν· εἰς τοῦτον εἶδε μὲν ὁ Ἀπόλλων, εἶδε δὲ καὶ ὁ Ζέφυρος· καὶ ἄμφω κατείχοντο τῇ μορφῇ, καὶ φιλότιμος ἦν ἀφ’ ὧν εἶχεν ἑκάτερος. ἐτόξευε μὲν ὁ Ἀπόλλων, ἔπνει δὲ ὁ Ζέφυρος· μέλη μὲν ἦν τὰ παρ’ ἐκείνου καὶ ἡδονή, φόβος δὲ τὰ παρὰ τούτου καὶ ταραχή. ῥέπει πρὸς τὸν δαίμονα τὸ μειράκιον, καὶ Ζέφυρον ὑπὸ ζηλοτυπίας ὁπλίζει πρὸς πόλεμον. μετὰ ταῦτα ἦν γυμνασία τῷ μειρακίῳ καὶ τιμωρία παρὰ Ζεφύρου. δίσκος ἦν ὁ πρὸς τὴν ἀναίρεσιν ἐκείνου διακονήσας, ὑπὸ τούτου μὲν ἀφεθείς, ὑπ’ ἐκείνου δὲ ἐνεχθείς. καὶ ὁ μὲν ἐτεθνήκει, τὴν Γῆν δὲ οὐκ ἦν ἔρημον ὑπομνήματος ἀφεῖναι τὴν συμφοράν, ἀλλὰ τὸ ἄνθος ἀντὶ τοῦ μειρακίου γίνεται καὶ τοὔνομα δέχεται. λέγουσι δ’ ὅτι καὶ τῆς προσηγορίας ἐν φύλλοις ἐπιγέγραπται τὸ προοίμιον.

Ὁ Μαρσύας ἀγροῖκος ἦν, γίνεται δ’ οὕτω μουσικός. ἐμίσησεν Ἀθηνᾶ τοὺς αὐλούς· οὐκ ὀλίγον γὰρ ἀφῃροῦντο τοῦ κάλλους. ἡ πηγὴ τὴν εἰκόνα δεξαμένη τὸ συμβὰν ἐδίδαξεν. οὕτω δὲ ἐρριμμένων τῶν αὐλῶν ὁ Μαρσύας ὑφίσταται. προσάπτει οὖν τοῖς χείλεσιν ἀνελὼν αὐτοὺς ὁ ποιμήν· οἱ δὲ ᾖδον θείᾳ δυνάμει καὶ ἄκοντος τοῦ χρωμένου. τέχνην ὁ Μαρσύας ἐνόμισεν εἶναι τὴν δύναμιν, καὶ χωρεῖ μὲν κατὰ Μουσῶν, χωρεῖ δὲ κατὰ Ἀπόλλωνος λέγων οὐδὲ θέλειν εἶναι λοιπόν, ἂν μὴ πλεονεκτήσῃ τοῦ δαίμονος. ἐν ἐκείνῃ τῇ φιλονεικίᾳ νικᾶται, καὶ τὸ δέρμα μετὰ τὴν ἧτταν ἐκδύεται. εἶδον ἐγὼ ποταμὸν ἐν Φρυγίᾳ· Μαρσύας ὄνομα τῷ ποταμῷ· καὶ ἔλεγον οἱ Φρύγες ὅτι τὸ ῥεῦμα τοῦτο ἐξ αἵματός ἐστι τοῦ Μαρσύου.

Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. πορθμὸς ἦν ἡ θάλασσα· ἔγκλημα δὲ οὐδὲν παρ’ οὐδενὸς ἐκομίζετο, ἐπεὶ καὶ μέτριος ἦν καὶ παρὰ τῶν ἐχόντων μόνον ἐδέχετο. θαῦμα ἦν τοῦ τρόπου παρὰ τοῖς Λεσβίοις. ἐπαινεῖ τὸν ἄνθρωπον ἡ θεός· Ἀφροδίτην λέγουσι τὴν θεόν· καὶ ὑποδῦσα θέαν ἀνθρώπου, γυναικὸς ἤδη γεγηρακυίας, τῷ Φάωνι διαλέγεται περὶ πλοῦ. ταχὺς ἦν ἐκεῖνος καὶ διακομίσαι καὶ μηδὲν ἀπαιτῆσαι. τί οὖν ἐπὶ τούτοις ἡ θεός; ἀμεῖψαί φασι τὸν ἄνθρωπον, καὶ ἀμείβεται νεότητι καὶ κάλλει τὸν γέροντα. οὗτος ὁ Φάων ἐστίν, ἐφ’ ᾧ τὸν ἔρωτα αὑτῆς ἡ Σαπφὼ πολλάκις ἐμελοποίησεν.

Ἔδοξε τῇ Γῇ Λάδωνι τῷ ποταμῷ πρὸς συνουσίαν ἐλθεῖν· καὶ ἐπεὶ συνῆλθον ἀλλήλοις, κύει μὲν ἡ Γῆ, τίκτεται δὲ ἡ Δάφνη. φιλεῖ δὲ ἐκείνην ὁ Πύθιος, καὶ ῥήματα ἦν ἐραστοῦ πρὸς τὴν κόρην. ἀλλ’ ἡ Δάφνη τὴν σωφροσύνην ἐφίλει. διώκειν οὖν ἔδει, καὶ ἐδιώκετο. πρὶν δὲ ἀπειπεῖν ἐν τῇ φυγῇ, παρακαλεῖ τὴν μητέρα αὑτῆς πάλιν αὐτὴν εἴσω ποιῆσαι καὶ τηρῆσαι οἵα γεγένηται. ἡ μὲν οὖν ὧδε ἐποίει καὶ τὴν Δάφνην εἶχεν ἐν ἑαυτῇ· κατὰ δὲ τὸ μέρος ἐκεῖνο εὐθὺς ἀνεπήδα φυτόν. καὶ παραπεσὼν αὐτῷ κατὰ τὴν ἀκμὴν τοῦ ἔρωτος ὁ θεὸς οὐκ εἶχεν ὅπως ἀποστῇ τοῦ φυτοῦ· ἀλλ’ αἵ τε χεῖρες ἀνελαμβάνοντο καὶ ἡ κεφαλὴ τὸ λοιπὸν ἐκοσμεῖτο. λέγεται δὲ καὶ ὁ τρίπους οὐκ ἄνευ τῆς δάφνης ἱδρῦσθαι κατὰ Βοιωτίαν ἐπὶ τοῦ χάσματος.

Ἀργεῖοι πολιοῦχον αὑτοῖς τὴν Ἥραν ἡγοῦντο καὶ διὰ τοῦτο καὶ πανήγυριν αὐτῇ τεταγμένην ἄγουσιν. ὁ δὲ τρόπος τῆς ἑορτῆς· ἅμαξα βοῶν τὸ χρῶμα λευκῶν, ἐπὶ δὲ τῆς ἁμάξης εἶναι δεῖ τὴν ἱέρειαν, οὕτω δὲ ἔχειν ἄχρι τοῦ νεώ· τὸ δὲ ἱερὸν ἔξω τοῦ ἄστεος. ἧκεν οὖν ποτε ὁ χρόνος φέρων τὴν ἑορτήν, ὁ δὲ νόμος ἀπὸ τῶν βοῶν οὐκ ὄντων ἐχώλευεν. ἀλλ’ ἐσοφίσατο τὴν ἀπορίαν ἡ ἱέρεια, μήτηρ οὖσα νεανίσκων ἀντὶ βοῶν τῷ ὀχήματι γενομένων. ἐπεὶ τοίνυν τὸ παρὰ τῶν βοῶν παρὰ τῶν παίδων ἐγένετο, στᾶσα κατὰ τὸ ἄγαλμα, μισθὸν ἀπῄτει τοῦ πόνου. καὶ ἔδωκε, φασίν, ἡ θεός· ὕπνος ἦν ὁ αὐτὸς καὶ τοῦ βίου πέρας γενόμενος.

Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος δὲ ὢν ὑπεδέξατό ποτε τοὺς θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρῄνεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο· ὁ δὲ ἄτεκνος ὢν ᾐτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι [ὥσπερ] τοὺς θεούς, ἔπειτα κατ’ εὐφημισμὸν Ὠρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν.

Φαέθων ὁ τοῦ Ἡλίου παῖς, πόθον ἐσχηκὼς παράλογον ἐπιβῆναι τοῦ πατρικοῦ ἅρματος, πολλαῖς ἱκεσίαις καὶ δάκρυσι πείθει τοῦτον. ἐπεὶ δ’ ἐπέβη τοῦ ἅρματος καὶ τοὺς ἵππους ἤρξατο μυωπίζειν, ἡνιοχεῖν εὖ οὐκ εἰδώς, μήτε μὴν οἷός τε ὢν ἑδραῖος ἐφιππάζεσθαι καὶ ἀκλόνητος, τοῖς ἵπποις παρασυρεὶς πολλῷ θράσει καὶ ἀγερωχίᾳ κεκινημένοις, καὶ προσγειότερος γενόμενος, ἐκτινάσσεται παρὰ τὸν Ἠριδανὸν ποταμὸν καὶ ἀποπνίγεται, πλειόνων τῆς περιοικίδος καταπυρποληθέντων μερῶν.