Fragmenta

Numenius of Apamea

Numenius of Apamea. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

9 Φέρε οὖν ὅση δύναμις, ἐγγύτατα πρὸς τὸ ὃν ἀναγώμεθα, καὶ λέγωμεν· τὸ ὄν οὔτε ποτὲ ἦν, οὔτε ποτὲ μὴ γένηταιᵃ, ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. Τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει καλεῖν αἰῶνα, κἀγὼ συμβουλεύω ʰ. Τὸν δὲ παρελθόντα χρόνον οἴεσθαιχρὴ ἡμᾶς διαπεφευγότα, ἤδη διαπεφευγέναι, ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλων ἔστι μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. Οὔκουν ᶜ εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. Ὥστε τούτου γε οὕτως λεγομένου ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτόν, καὶ μὴ εἶναι. Εἰ δὲ οὕτως ἔχει, σχολῇ γ’ ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. Τὸ γὰρ ὂν ἀΐδιόν τε βέβαιόν τέ ἐστιν, ἀεὶ κατὰ ταὐτὸν καὶ ταὐτόν, καὶ οὐδὲ γέγονε μέν, ἐφθάρη δέ, οὐδ’ ἐμεγεθύνατο μέν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλεῖον, ἢ ἔλασσον. Καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται. Οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω, οὐδὲ πρόσω οὔτε ἄνω ποτέ, οὔτε κάτω· οὐδ’ εἰς δεξιά, οὐδ’ εἰς ἀριστερὰ μετατεθήσεταί ποτε τὸ ὄν· οὐδὲ ᵈ περὶ τὸ μέσον ποτὲ ἑαυτοῦ κινηθήσεται· ἀλλὰ μᾶλλον καὶ ἑστήξεται, καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως. Καὶ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. Αὐτὸς δ’ οὐκέτι σχηματισθήσομαι, οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου. Καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἷναι εἰπεῖν μᾶλλον, ἢ μὴ εἰπεῖν. Καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. Ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ, τοῦ ἀσωμάτου εἶναι ὄνομα, οὐσίαν καὶ ὄν. Ἡ δὲ αἰτία τοῦ [ὄντος]ᵉ ὀνόματός ἐστι, τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι, μήτεᶠ μεταβολὴν κρείττω ἢ φαύλην· εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον, καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος, μήθ’ ὑφ’ ἑτέρου προσαναγκάζεσθαι. Ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ, τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόσθω εἶναι τὸ ὂν τὸ ἀσώματον. Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει· τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. Τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. Τὸν δ’ ἐπιζητοῦντα τὸν λόγον ᵍ ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῦ Πλάτωνος, εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. Λέγει γοῦν Πλάτων· φέρ’ ἀναμνησθῶ πῶς λέγει· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐ ἔχον; καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ἢρετο γάρ, τί ἐστι τὸ ὂν πάντως πάντη ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον, καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. Εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺς μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. Ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ὁριστόνʰ, δόξῃ δὲ μόνῃ δοξαστόν, καὶ ὤς φησι Πλάτων, γινόμενονⁱ καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ταῦτα μὲν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος, καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. Εἰκότως δῆτα εἰς αὐτὸ ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται, τί γάρ ἐστι Πλάτων, ἢ Μωσῆς ἀττικίζων;

10 Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινί· κἄπειτα ἐπὰν ᵃ δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή. Ἤ τῷ πρωϊαίτερον ᵇ πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέγεται. Μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ᶜ, ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ, δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα ᵈ οὕτως. Εὐκτέον μὲν ἤδη, ᵉ διελέσθαι δὲ δεῖ. Ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτῷ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγινόμενος δι’ ὅλου, μήποτε εἶναι διαιρετός. Ὁ θεὸς μέντοι ὅ δεύτερος καὶ τρίτος ἐστὶν ᶠ εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ, ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ’ αὐτῆς, ἐπιθυμητικὸν εἶδος ἐχούσης καὶ ῥεούσης. Τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ, ἦν γὰρ ἂν πρὸς ἑαυτῷ, διὰ τὸ τὴν ὕλην βλέπειν, ταύτης ἐπιμελούμενος, ἀπερίοπτος ἑαυτοῦ γίγνεται. Καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει, ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος, ἀπορεγόμενοςᵍ τῆς ὕλης. Καὶ μεθ’ ἕτερά φησι· καὶ γὰρ οὔτιʰ δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ νομίζεινⁱ πατέρα, τὸν πρῶτον θεόν. Εἰ μὲν οὖν

περὶ τοῦ δημιουργοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα, οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, οἰκεία ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου. Εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα, καὶ ἔστω μὲν ἐκεῖνα ἄῤῥητα μέτειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. Πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς, ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν, δι’ οὐρανοῦ ἰόντα. Διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ, πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις. Βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα, κηδευόμενα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ, ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν, βίου ἐπαυρόμενον εὐδαίμονος. Ταῦτα ὁ Νουμήνιος. Σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ’ Ἑβραίοις τοῦτον δομένα τὸν τρόπον· ὡςˡ ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲᵐ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σοῦ αὐτοῖς συλλέξουσιν· ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ πάντα πληρωθήσεται χρηστότητος. ’Aποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας, ὡς ἄρα βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδευόμεναⁿ τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ, ταῦτα ἀποσβέννυσθαι; πάλιν δ’ αὖ τοῦ Σωτηρίου λόγου ᵒ παρ’ ἡμῖν φάντος, ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργός, ὑμεῖς τὰ κλήματα· ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ. Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύονταᵖ ἀναφερόμενος· τὸν αὐτὸν λόγον μάλιστα ἔχειq ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. Ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς, σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα σύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει, καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους, τὰ ἐκεῖθεν προκαταβεβλημένα. Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη, τοιάδε φησίν· ὁπόσα δὲ δοθέντα, μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος, οἷα δή ἐστιʳ θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα. Τὰ δὲ θεῖά ἐστιν, οἷα μεταδοθέντα, ἐνθένδ’ ἐκεῖθι γεγενημένα, ἐνθένδε τε οὐκ ἀπελήλυθε·
κἀκεῖθι γενόμενα τὸν· μὲν ὤνησε, τὸν δ’ οὐκ ἔβλαψε, καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. Ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα, ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπολείπεται δ’ αὐτῆς ὁ δεδωκώς. Οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ’ ἑτέρου λύχνου λύχνον, φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλετο, ἀλλὰ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. Τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, ἢ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λαβόντι ἡ αὐτή. Τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον· ἀλλ’ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην, ἡ αὐτή ἐστι παρὰ τῷ δεδωκότι θεῷ, καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. Διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἱς ἀνθρώπους, μετὰ φανωτάτου τινὸς πυρὸς ἔφη. Καὶ πάλιν ὑποβὰς ἔξῆς φησιν· εἰσὶ δ’ οὗτοι βίοι, ὁ μὲν πρώτου, ο δὲ δευτέρου θεοῦ. Δηλονότι ὁ μὲν πρῶτος θεός ἐστιν ἑστώςˢ, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος. Ὁ μὲν οὖν πρῶτος περὶ νὰ νοητά, ὀ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. Μὴ θαυμάσης δ’ εἰ τοῦτ’ ἔφην, πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. Ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως, τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον· ἀφ’ ἦς ἥ τε τάξις τοῦ κόσμου, καὶ ἡ μονὴ ἡ ἀΐδιος, καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα. Ἐπὶ τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται, αὐτὸν παντάπασιν ἀγνοούμενον παρ’ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἂν εἴ τις οὕτω λέγοι· ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν, οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς, πρεσβύτερος καὶ θειότερος. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος, ὑπὲρ πηδαλίου ὑψίζυγος, τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος· ὄμματα δ’ αὐτοῦ καὶ νοῦς, εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια, καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι’ οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω καὶ ὁ δημιουργός, τὴν ὕλῆν, τοῦ μήτε διακρουσθῆναι ᵘ, μήτε περιπλανηθῆναι αὐτήν, ἁρμονίᾳ ξυνδησάμενος, αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεώς, ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνειν, ταῖς ἰδέαις οἰακίζων,
βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα, λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως. Καὶ ὁ Σωτήριος παρ’ ἡμῖν λόγος, Οὐδέν ᵛ, φησι, δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος.