Fragmenta

Numenius of Apamea

Numenius of Apamea. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

7 Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσοφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου περὶ τἀγαθοῦ τάδε παραθήσομαι. Εἰς δὲ τοῦτο δεήσει εἰσιόνταᵃ, καὶ σημηνάμενον ταῖς μαρτυρίαις τοῦ Πλάτωνος, ἀναχωρῆσαί τε καὶ ξυνδῆσαιᵇ τοῖς λόγοις τοῦ Πυθαγόρου ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελετάς, καὶ τὰ δόγματα, τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι καὶ μάγοι καὶ Αἰγύπτιοι διέθεντο. Ταῦτα μὲν οὖν περὶ τῶνδε.

8 Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει. Τὰ δ’ ἐξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγευταὶᵃ κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου. Μουσαίῳᵇ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων, οὗτοι ἦσαν, τῶν τε συμφορῶν ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί. Διὰ δὴ

τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωσέως ἐπιτελεσθεῖσι παραδόξοις θαύμασι, καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ.