Fragmenta
Numenius of Apamea
Numenius of Apamea. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
11 Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι, σημαινομένοις ἔκ τε ὁμοίων, ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων. Τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδ’ οὖν ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία. Ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος, ναῦν ἁλιάδα βραχεῖάν τινα, τούτων τῶν ἐπακτρίδων, τῶν μόνων, μίαν, μόνην, ἔρημον, μετακυμίαις ἐχομένην ὀξυδεδορκώς, μιᾷ βολῇ κατεῖδε τὴν ναῦν· οὕτω δή τινα ἀπελθόντα πὀῤῥω τῶν αἰσθητῶν, ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος, μήτε τι ζῷον ἕτερον, μηδὲ σῶμα μέγα, μηδὲ σμικρόν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη, διατριβαί τε καὶ ἀγλαΐαι, αὐτὸ δὲ ἐν εἴρην, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικόν, ἵλεων, ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ. Εἰδέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν, τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται, κᾄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. Τῷ γὰρ ὄντι, οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου καί ἐστι κράτιστον, τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ἕν. Ταῦτα μὲν ἐν τῷ πρώτῳ. Ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν· εἰ δ’ ἔστι μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. Καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως ἀρχή, τὸ ἀγαθὸν οὐσίας ἐστὶν ἀρχή. Ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεός, ὢν αὐτοῦ μιμητής, τῇ δὲ οὐσί ἡ γένεσις, εἰκὼν αὐτῆς οὖσα
καἱ μίμημα. Εἰ γὰρ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθός, ἦ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον, σύμφυτον τῇ οὐσίᾳ. Ὁ γὰρ δεύτερος, διττὸς ὢν αὐτός, ποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως. υλλελογισμένων δ’ ἡμῶν ὀνόματα τεττάρων πραγμάτων, τέτταρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεός, αὐτοάγαθον· ὁ δὲ τούτου μιμητής, δημιουργὸς ἀγαθός· ἡ δ’ οὐσία, μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει· μετέχει δε αὐτοῦ τὰ μετέχοντα, καὶ ἐν ἄλλῳ μὲν οὐδενί, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ’ ἄν, ἄλῶς δ’ οὔ. Καὶ μὲν δὴ τὸ φρονεῖν τοῦτο δεόντως ᵃ συντετύχηκε μόνῳ τῷ πρώτῳ· ὑφ’ οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν. Εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἶόν τε ὑφ’ οὗ τῆς μετουσίας ᵇ ἐστὶν οὗτος ἀγαθός, μὴ ἀγαθὸν εἶναι, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος ; Οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἕν. Καὶ πάλιν ἑξῆς φησι· ταῦτα δὲ οὕτως ἔχοντα ἤδη ἐστὶ μὲν ὁ Πλάτων ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν λόγον ᵈ ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπών, ἀγαθὸς ἦν· ἐν δὲ τῇ πολιτείᾳ, τὸ ἀγαθὸν εἶπεν, ἀγαθοῦ ἰδέαν· ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθόν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου. Ὅπως γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δὲ καὶ ἵπποι ὑπὸ τῆς βοὸς καὶ ἵππου ἰδέας ᵊ· οὕτω καὶ εἰκότως ὁ δημιουργὸς εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθός, ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον.12 Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων, εἶτα ἐδυσχέραινεν αὐτῇ, καὶ κατηγόρει, ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδά· τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας, ἀδελφῶν τε
ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὀ Πλάτων ταυτὶ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν, πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν ὥσπερ τὸν Σωκράτην. Ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον, ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα, καὶ κοάλεμον, καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς • αὐτὸν δὲ τὸν Σωκράτην ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ, ἐν ᾧ περὶ εἰωθότος ἤλεγχεν ἑκάστῳ προσομιλῶν.