Convivium Atticum
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- μόρμυρος αὐτόθʼ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος
- σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
- τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
- εἶναι βρώματʼ ἔδοξεν, ἐπεί ῥʼ ὅρμαινον ἐπʼ ἄλλα.
- κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν,
- ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος ---
- ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος·
- οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
- κωλῆν δʼ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ
- κεῖτʼ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον.
- γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα
- ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὁτρηρῇ ---
- νηδὺς δʼ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥʼ ἀδέεσσι·
- δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά.
- παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
- λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος
- θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες.
- Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
- ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.
- ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος ἀμνοῦ,