Convivium Atticum
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη ---
- χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων
- Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας.
- αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
- χεῖρας νιψαμένοισιν ἀπʼ Ὠκεανοῖο ῥοάων
- ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ·
- ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
- οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
- κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δʼ οἶνος
- Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
- δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι·
- ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
- ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
- πρόσφατοι, ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν.
- τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην.
- ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν
- Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
- πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; ---
- οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν,
- γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.