Convivium Atticum
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
- πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
- καρίδες θʼ, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί,
- αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι·
- χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,
- κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
- ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρʼ ἐφέντες
- ἐν στόμασίν τʼ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
- τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,
- οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην,
- γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν,
- οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
- μύραιναν δʼ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης,
- ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,
- εἰς λέχος ἡνίκʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ.
- σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
- βούγλωσσόν θʼ, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,
- κίχλας θʼ ἑξείης ἡβήτορας ὑψιπετήεις
- καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θʼ ὑδατινούς.
- ἐν δʼ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε,