Convivium Atticum
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- παμμεγέθης· τὴν δʼ οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες,
- οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
- ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν·
- τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
- εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
- πολλὰ δʼ ἄναντα κάταντα κατὰ στίχας ἦλθʼ ὁ μάγειρος,
- σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον.
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο·
- αὐτὰρ ἀπʼ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο.
- Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς,
- πέρκη τʼ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
- ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν.
- οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
- νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν
- αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι,
- ῥίνη θʼ, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
- τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε
- ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
- ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς,
- οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.