Convivium Atticum
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- πολλὰς δʼ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
- ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη,
- ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα ---
- τοὺς δʼ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει ---
- πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
- ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ---
- ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
- τῇ δʼ ἐγὼ ἐν πρώτοις ἔπεχον κρατερώνυχα χεῖρα,
- οὐδʼ ἔφθην τρώσας μιν, ἄειρε δὲ Φοῖβος Ἀπόλλων.
- ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο,
- τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ---
- ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα.
- ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
- σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
- ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
- καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον,
- κείμενον ἐν λοπάδεσσʼ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας.
- τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς
- ἔγχελυς, ἣ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι,
- ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων.