Convivium Atticum
Matron of Pitana
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
- ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς·
- ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός.
- οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
- λευκοτέρους χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίους, ---
- τάων καὶ Δρομέης ἠράσσατο πεσσομενάων.
- αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος
- Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
- νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
- τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
- οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων,
- ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἡδʼ ἀναθεῖναι.
- ἔνθʼ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον·
- ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθινον εἴδατα παστά,
- βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
- ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
- αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
- οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
- ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε·