Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἐὰν οὖν τις θέλῃ εὐτυχῶς ἐπινοῆσαι ἀπὸ κεφαλῆς μέχρι ποδῶν, ἡ ἄμπελος θεραπεύει τὰ πάθη, ἡ θεοδώρητος βοτάνη.

Ὁ μὲν Κυρανὸς καὶ Ἁρποκρατίων ἕως τοῦ παρόντος ὡμοφώνησαν· ὅθεν δὲ ὁ Κυρανὸς μεταλλάσσων λέγει.

Τῆς οὖν βοτάνης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίω μένοι, οὖρα τε καὶ κοιλίαν κινοῦσιν. – Δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς (f. 8 v.) θερμοτάτην τε καὶ δριμεῖαν· ἔχει δὲ καὶ ἄλλην ἄρρητόν

τέ τινα καὶ θείαν ἐνέργειαν· ἰᾶται γὰρ τὰ χοιρώνια, ἕλκη καὶ γαγγραίνας καὶ φαγαιδαίνας καὶ τὰ ἕλκη τὰ σαπρά, μετὰ γάλακτος καὶ ἄμμου καταπλασσόμενος.

Ἡ δὲ ῥίζα αὐτῆς ὀπτῆς χρῶτας καὶ ἐφήλεις καὶ τέτανον καὶ ἐσπιλωμένον πρόσωπον καὶ νεφέλας ἀποκαθαίρει· ἰόνθους καὶ φακοὺς καὶ ἀλφοὺς καὶ ὑπώπια καὶ πτερύγια ἐν δακτύλοις, καὶ τὰς φλεγμονὰς τὰς μελαίνας σὺν ὀροβίου ἀλεύρῳ καὶ τήλει μιγνυμένη καθάρει. Ἑψηθεῖσα δὲ σὺν ἐλαίῳ ἕως κηρωθῇ πρὸς τὰ αὐτὰ ἁρμόζει· τὰ δὲ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν οἴνῳ καταπλασθεῖσα· (f. 8 v.) διαφορεῖ δὲ καὶ φλεγμονάς.

Πρὸς δὲ ἐπιληψίας πίνεται [καθ’ ἡμέραν] κοκ. δ′ πρὸς ἐνιαυτὸν καθ’ ἡμέραν σὺν ὀξυμέλιτι· ὠφελεῖ δὲ καὶ ἀποπληκτικοὺς καὶ σκοτωματικοὺς ὁμοίως διδομένη κοκ. β′· ἐχεοδήκτοις δὲ βοηθεῖ ὁμοίως. Ἔμβρυα δὲ φθείρει· ὑποταράσσει δὲ καὶ τὴν διάνοιαν, ἐνίοτε καὶ προστεθεῖσα δευτέρια ἐπισπᾶται καὶ οὖρα πινομένη. Σπλῆνα δὲ τήκει τριόβολον ποθὲν σὺν ὄξει ἐπὶ ἡμέρας λ′· καταπλάσσεται δὲ καὶ μετὰ σύκων χρησίμως πρὸς τὸ αὐτό · ἀφεψεῖται δὲ καὶ πρὸς ἐγκαθίσματα καθαρτικὰ ὑστέρας· ἔστι δὲ καὶ εὐκοίλιον.

Ὁ δὲ καρπὸς μόνος ποιεῖ πρὸς ἰχῶρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος. Ὁ δὲ χυλὸς αὐτῆς (f. 9 r.) χυλισθείσης ὅλης μετὰ ῥοφίσματός τε ποθεὶς γάλα κατασπᾷ. Ἁρμόζει δὲ παραλυτικοῖς ποθείς τε καὶ συγχρισθεὶς σὺν ἐλαίῳ, ἐπειδὰν ἑλκωθῶσιν.

Τὰ δὲ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς ῥεύματα ὁμοίως ἁρμόζει ἐπιτεθειμένα, καὶ ἀπλῶς εἰπεῖν, καθόλου ἐστὶ χρήσιμος πρὸς πάντας τοὺς σεμνῶς αὐτῇ χρωμένους.