Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Πρὸς τοὺς πεπτωκότας τῶν μεγάλων δακτύλων (f. 5 r.) ὄνυχας, τοὺς δυσθεραπεύτους τυγχάνοντας τοὺς μὴ πειθομένους, ἀλλ’ ἐπιρευματιζομένους, φοίνικας πατητοὺς βρέξας οἴνῳ λευκῷ διαμασησάμενος ἐπιτίθει, ὅτε μὲν μοναχόν, ὅτε δὲ μετὰ ῥοδίνου.

Πρὸς δὲ τὰς μυρμηκίας τὰς ἐν ὅλῳ τῷ σώματι ἢ τὰς ἐν μέρει γενομένας, ἢ καὶ ἀκροχορδόνας· τῆς ἀμπέλου κλῆμα ἢ ξύλα καύσας καὶ τοῦ ἄκρου

τῆς κληματίδος τὸ ἐξερχόμενον ὑγρὸν περίχριε, ἢ δὸς πιεῖν, καὶ πεσοῦνται πᾶσαι. Τοῦτο μηδένα δίδασκε. Ὁμοίως δὲ καὶ ἡ κόπρος τοῦ ἀετοῦ περιχριομένη ἀπαλλάσσει. Καὶ ὁ λίθος ὁ περιαφθεὶς ἢ τὸ στέαρ τοῦ ἰχθύος διαχριόμενον δια σώζει.

Πρὸς τὰς σηπεδόνας τῶν οὔλων καὶ τῶν μύλων, καὶ 〈τὰς〉 ἐν ὅλῳ τῷ σώματι γινομένας σήψεις, καὶ ἕλκη φαγηδαινικὰ ἢ νεμόμενα, τοῦ (f. 5 v.) χυλοῦ τῶν φύλλων οὐγγ. γ′, στυπηρίας οὐγγ. δ′, μίσιος ὠμοῦ δραχμ. η′, μάνης κοτ. δ′ (?), ἴρεως ἰλλυρικοῦ οὐγγ. α′, χαλκάνθου κοκ. δ′· λειώσας ἕως οὗ ξηρὰ γίνηται· τοῦτο καθαίρει, ἀναπληροῖ, στέλλει τὸ ἐπιφερόμενον ῥεῦμα, καὶ καθόλου τοῦτο μέγιστόν ἐστιν.

Ἱστορήσαμεν δέ τι μέγιστον, θεασάμενοι ἐπὶ γλώσσῃ σηπεδόνας, ὥστε ἀπονεκρωθῆναι τὰ οὖλα· τοῦ χυλοῦ τῶν φύλλων μετὰ μέλιτος καὶ μίσυος ὠμοῦ προσενεγκὼν ἐκαθαρίσθη. Εἶτα ἶριν ξηρὰν ἐπιπάσας ἀνεπλήρωσεν.

Πρὸς δὲ τὰς ὀζαίνας καὶ ὄχθους καὶ πολύποδας καὶ ἀναβρώσεις τε καὶ καταβρώσεις, νομάς τε καὶ χίμετλα (f. 7 r.) καὶ ὅσα περὶ τοὺς μυκτῆρας, τὸ θεῖον φάρμακον· 〈Λάβε〉 τοῦ χυλοῦ τῶν φύλλων οὐγγ. μίαν, χαλκάνθου, λιβάνου, χαλκίτεως, ἀριστολοχίας, ἀνὰ κοκ. γ′, λειοῦ τε ἕως ξηρὸν γένηται, καὶ ὡς θειοτάτης δυνάμεως χρῶ.

Πρὸς δὲ τὰς μαδαρώσεις καὶ ἐκκρίσεις τῶν τριχῶν, ἕλκη τε πίτυρά τε καὶ ὄχθους καὶ ὅσα ἐν κεφαλῇ πάθη, τοῦ χυλοῦ τῆς βοτάνης καὶ χυλοῦ ποταμογείτονος καὶ σεύτλου χυλοῦ ἶσα κατάχριε, μίξας ἐπὶ ἡμέρας γ′. Τοῦτο λίαν κάλλιστον.

Μύλας δὲ ἀσήπτους καὶ ἀκινήτους ποιῆσαι καὶ ἀβρότους, ἔνθεόν ἐστιν φάρμακον (καὶ μή σε (f. 7 v.) παραδραμέτω)· τοῦ χυλοῦ τῶν βοτρύων κοτύλας β′, ῥίζης φλοιοῦ μορέας οὐγγ. ς′. Ἕψε ἕως ἄν 〈εἰς〉 τὸ ἥμισυ ἔλθῃ, καὶ δίδου διὰ κλύσμα ἐπὶ ἡμέρας γ′ 〈ἢ ε′ ἢ ζ′, καὶ οὐδέποτε μύλας πονήσει 〉 ἢ οὔλους.