Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Δύο δὲ αὐτῆς εἰσιν εἴδη· ἡ μὲν πρώτη ἄμπελος λευκή, ἥν τινες β ρ υ ω ν ί α ν καλοῦσιν, οἱ δὲ ὄφεως σταφυλήν, οἱ δὲ χελιδόνα, οἱ δὲ μύλιθρον, οἱ δὲ ψίλωθρον, οἱ δὲ ἀρχιζώστην, οἱ δὲ κέχεδρον. Ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια ἀμπέλου ἡμέρου, δασύτερα δέ · καὶ ἐμπλέκεται τοῖς παρακειμένοις (f. 9 v.) θάμνοις ἐπιλαμβανομένη ταῖς ἕλιξιν· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦνται τὰ δέρματα.

Ἡ δὲ δευτέρα ἄμπελος μέλαινα καλεῖται, καὶ αὐτὴν βρυωνίαν ὀνομάζουσιν, οἱ δὲ χειρώνειον. Φύλλα ἔχει κισσοειδῆ, μᾶλλον ὅμοια σμίλακος, μείζωνα δέ, ἐπιλαμβανομένη καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρποὺς δὲ βοτρυοειδεῖς, χλωροὺς μὲν κατ’ ἀρχάς, ἐπειτα δὲ μέλανας μὲν ἔξωθεν, ἔσωθεν δὲ πυξώδεις.

Καὶ ταύτης δὲ οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοὶ καὶ καταμηνίων ἀγωγοί, σπληνὸς ἰαματικοί, ἁρμόδιοι σπληνικοῖς, μάλιστα αἱ ῥίζαι· καὶ πᾶσα δὲ ἡ βοτάνη ἁρμόδιος ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς· ποιεῖ δὲ καὶ πρὸς τοὺς (f. 10 r.) τῶν ὑπορογίων λόφους ἑλκουμένους τὰ φύλλα σὺν οἴνῳ καταπλασθέντα, καὶ πρὸς στρέμματα καὶ παρέσεις καὶ καθόλου ὁμοίαν ἔχει τὴν δύναμιν τῆς πρὸ αὐτῆς.

Ἡ δὲ λευκὴ ἄμπελος ἔχει καὶ ἄλλας ἐνεργείας κοσμικὰς καὶ χαριεστάτας, ὥστε ἐν πότοις μὴ μόνον νηφάλαιον εἶναί τινα, ἀλλὰ καὶ εὐωχίαν ἔχειν.

Ἕως ἐνταῦθα μὲν ὁ Κυρανὸς οὕτως· ἀπὸ δὲ τῆς ἀνωτέρω γραφείσης τῶν ἀμφοτέρων διαφωνίας εἶχεν· ἐκεῖ οὕτως ὁ τοῦ Ἁρποκρατίωνος λόγος.

Μάκαιρα βοτάνη, τῶν θεῶν ἡγητεῖρα, γαίης κρατοῦσα, οὐρανοῦ καὶ ἀέρος, νόον λύουσα βοτρυοφόρῳ πότῳ, ὡς ἐπιλύειν πᾶν μέλος, ποιοῦσα δὲ ὕπνον, οὐδεὶς οὐ λόγῳ, οὐ σώματι ἰατήρ τις, (f. 10 v.) οὐδεὶς πρὸς σὲ δυνήσεται, ἀλλ’ ἐλέγχεις ὅσα ἐν ψυχαῖς βροτῶν [τῶν] ἐγκρύφως ἔχουσιν μυστικὰς φρένας, τὴν ἀρρήτως ἔχων, ἄμπελε, πάντ’ ἐκφανεῖς μόναις ὅσα γραφαῖς, ἢ φαρμάκοις γίνεται, ἢ φασγάνῳ, ἢ πελέκει ὅσα τοιαῦτα κρύβεται· ταῦτα μὲν λελέχθω ἀμπέλου μυστήρια. Ἔχει δὲ ἄλλα κοσμικά, ὡς ἐν βροτοῖς μὴ φαῦλον εἰπεῖν.

Λέγει δὲ οὕτως ἐντεῦθεν ὁ ἱερὸς λόγος, καθώσπερ [γὰρ] εἶχεν καὶ ἡ κυρανίς· Μάκαιρα ἐκ θεοῦ ἄνασσα, ἐκ θεοῦ βοτρυοφόρε μητὲρ ἁπάσης θείας φύσιος εὐαγοῦς ἐν φυτοῖς· τῇ πρώτῃ ἐάων ἱερεῖ· εὗ . . . ντο ὀλύμπιος οὖσα.

Ταῦτα εἴπας εἰς ποτήριον βάλε εἰς κεράμιον, ὅθεν πίνουσιν ἅπαντες, (f. 11 r.) καὶ ἀναλύουσιν εὐφρανθέντες, μηδενὸς συζητήσαντος.