Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἐὰν δὲ φορῇ περὶ τὸν τράχηλον χωρὶς τῆς βοτάνης ἀκράτου κεράμιον, πιὼν οὐκ αἰσθήσεται.

Τὸν δὲ αὐτὸν λίθον τοῦ ἰχθύος, 〈ἐὰν〉 μετ’ ἀκράτου λείωσας πίῃ, οὐκ αἰσθήσεται (f. 6 r.) τὸ σύνολον ὅτι πίνει.

Γίγαρτα δὲ ἐκ τῶν πεπιεσμένων βοτρύων λειωθέντα μετὰ βραχέος τοῦ προειρημένου λίθου διδόμενα ἐν πότῳ τοῖς παραλυθεῖσι τὸ οἰδοῖον, πολλὴν ἔντασιν παρέξει, ἀλλὰ καὶ τοῖς μὴ δυναμένοις τὴν μίξιν · ἀποτελεῖν ὑγιὲς ἔσται. Τοῦτο δὲ Θεὸς αὐτὸς κατέδειξε σῶμα θνητὸν μὴ ἀπορήσῃ.

Οἴνου δὲ λευκοῦ κοτύλας γ′ μετὰ βοτάνης βλαστῶν μ′, καὶ ῥοῦ βυρσοδεψικοῦ οὐγγ. γ′ ἑψούμενα ἕως κοτύλη μία γένηται, δυσεντερικούς, λειεντερικοὺς καὶ ὅσα τοιαῦτα παύσει πινόμενος.

Παύει δὲ κώλου παντοῖα πάθη ἀπόζεμα τῶν φύλλων μετὰ μέλιτος ὀλίγου πινόμενος· (f. 6 v.) ἐὰν δὲ καὶ βραχὺ τοῦ λίθου μίξῃς, οὐκέτι ἐπαυξήσει ἢ ἐπανήξει τὸ πάθος.

Γυναικὸς οὖν εἶδον ὀστέα τεθραυσμένα· καὶ ἐθαύμασα θεραπευόμενα, μαθὼν οὕτως ὡς ἦν ἐτῶν κε′, ἀπόνως, λαμπρὰ καὶ θειοτάτη φύσις· οὔτε μὲν γὰρ χεῖρας ἐκίνει, ἀλλ’ ἐσέσηπτο ἡ σάρξ, οὔτε δὲ αἴσθεσίν τινα εἶχεν. Ἔμελλεν οὖν καὶ τὰ λοιπὰ ὀστέα τεθραῦσθαι. Ἐν ταύτῃ τῇ ἱερᾷ βίβλῳ εὗρον οὕτως· τῶν φύλλων τῆς βοτάνης χυλοῦ καὶ ἶσον οἴνου λευκοῦ ἀναμίξας, δίδου πιεῖν ἐπὶ ἡμέρας ἑπτά, και σωθήσεται.

Καὶ ὁ λίθος δὲ ὁ ἀετίτης περιαπτόμενος καὶ ὁ ἰχθὺς ἐσθιόμενος τὸ αὐτὸ ποιεῖ. Τοῦτο θεοῦ δῶρον ἀμετάδοτον, ὥστε ἰδίῳ τέκνῳ μὴ μεταδοῦναι.