Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

¹⁹καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται· φυτευθήσεται, καὶ ἔσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἄμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν πρόχους οἴνου· χιλιάδας καὶ σπόρου ποιήσει καθʼ ἕκαστον μέτρον, ἐλαίας ποιήσει ἀνὰ βάτους δέκα.

²⁰καὶ σὺ καθάρισον τὴν γῆν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ πάσης ἁμαρτίας καὶ ἀσεβείας, καὶ πάσας τὰς ἀκαθαρσίας τὰς γινομένας ἐπὶ τῆς γῆς ἐξάλειψον.

²¹καὶ ἔσονται πάντες λατρεύοντες οἱ λαοὶ καὶ εὐλογοῦντες πάντες ἐμοὶ καὶ προσκυνοῦντες.

²⁸καὶ καθαρισθήσεται πᾶσα ἡ γῆ ἀπὸ παντὸς μιάμματος καὶ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ὀργῆς καὶ μάστιγος, καὶ οὐκέτι πέμψω ἐπʼ αὐτοὺς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

¹καὶ τότε ἀνοίξω τὰ ταμεῖα τῆς εὐλογίας τὰ ὄντα ἐν τῷ οὐρανῷ, καὶ κατενεγκεῖν αὐτὰ ἐπὶ τὰ ἔργα, ἐπὶ τὸν κόπον τῶν υἱῶν τῶν ἀνθρώπων.

²καὶ τότε ἀλήθεια καὶ εἰρήνη [*](καὶ ἴδωσι τὴν ἀπώλειαν τῶν ἀγαπητῶν αὐτῶν, δῆσον αὐτοὺς ἐπὶ εβδομήκοντα Sync. γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν, μέχρι ἡμέρας τελειώσεως τελεσμοῦ, ἕως συντελεσθῇ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων, 13 τότε ἀπενεχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμω- τηριον τῆς συγκλείσεως τοῦ αἰῶνος. ¹³καὶ ὃς ἂν κατακριθῇ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετ᾿ αὐτῶν δεθήσεται μέχρι τελειώσεως γενεᾶς αὐτῶν.) [*]( ος αν] οταν Ρ corr vid κατακαυσθη Ρ δεθησεται] δεησεται Syncg (txt) 16 φυτευσεται P 19 και 3⁰] αι P 20 πασης 3⁰] σης Ρ)

798
[*](P)κοινωνήσουσιν ὁμοῦ εἰς πάσας τὰς ἡμέρας τὸν αἰῶνος καὶ εἰς πάσας τὰς γενεάς τῶν ἀνθρώπων.