Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

Πρὸ τούτων τῶν λόγων ἐλήμφθη Ἑνώχ, καὶ οὐδεὶς τῶν ἀνθρώπων ἔγνω ποῦ ἐλήμφθη καὶ ποῦ ἐστιν καὶ τί ἐγένετο αὐτῷ.

²καὶ τά ἔργα αὐτοῦ μετά τῶν ἐγρηγόρων, καὶ μετὰ τῶν ἁγίων αἱ ἡμέραι αὐτοῦ.

³Καὶ ἑστὼς ἢμην Ἑνὼχ εὐλογῶν τῷ κυρίῳ τῆς μεγαλοσύνης, τῷ βασιλεῖ τῶν αἰώνων. καὶ ἰδοὺ οἱ ἐγρήγοροι τοῦ ἁγίου τοῦ μεγάλου ἐκάλουν με

⁴Ἑνώχ. ὁ γραμματεὺς τῆς δικαιοσύνης, πορεύου καὶ εἰπέ τοῖς ἐγρηγόροις τοῦ οὐρανοῦ οἵτινες ἀπολιπόντες τὸν οὐρανὸν τὸν ὑψηλόν, τὸ ἁγίασμα τῆς στάσεως τοῦ αἰῶνος, μετά τῶν γυναικῶν ἐμιάνθησαν, καὶ ὥσπερ οἱ υἱοὶ τῆς γῆς ποιοῦσιν, οὕτως καὶ αὐτοὶ ποιοῦσιν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας Ἀφανισμὸν μέγαν ἠφανίσατε τὴν γῆν,

⁵καὶ οὐκ ἔσται ὑμῖν εἰρήνη οὔτε ἄφεσις. καὶ περὶ ὦν χαίρουσιν τῶν υἱῶν αὐτῶν,

6 τὸν φόνον τῶν ἀγαπητῶν αὐτῶν ὄψονται, καὶ ἐπὶ τῇ ἀπωλείᾳ τῶν υἱῶν αὐτῶν στενάξουσιν καὶ δεηθήσονται εἰς τὸν αἰῶνα, καὶ οὐκ ἔσται αὐτοῖς εἰς ἔλεον καὶ εἰρήνην.