Apocalypsis Enochi
Liber Enoch
The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.
¹³τότε ἀπαχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριρν συνκλείσεως αἰῶνος.
¹⁴καὶ ὃς ἂν κατακαυθῇ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετʼ αὐτῶν ὁμοῦ δεθήσονται μέχρι τελειώσεως γενεᾶς.
¹⁵ἀπόλεσον πάντα τὰ πνεύματα τῶν κιβδήλων καὶ τοὺς υἱοὺς τῶν ἐγρηγόρων διὰ τὸ ἀδικῆσαι τοὺς ἀνθρώπους.
¹⁶καὶ ἀπόλεσον τὴν ἀδικίαν πᾶσαν ἀπὸ τῆς γῆς, καὶ πᾶν ἔργον πονηρίας ἐκλειπέτω, καὶ ἀναφανήτω τὸ φυτὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας εἰς τοὺς αἰῶνας· μετά χαρᾶς φυτευθήσεται.
¹⁷Καὶ νῦν πάντες οἱ δίκαιοι ἐκφεύξονται, καὶ ἔσονται ζῶντες ἕως γεννήσωσιν χιλιάδας, καὶ πᾶσαι αἱ ἡμέραι νεότητος αὐτῶν, καὶ τὰ σάββατα αὐτῶν μετὰ εἰρήνης πληρώσουσιν.
¹⁸τότε ἐργασθήσεται πᾶσα ἡ γῆ ἐν δικαιοσύνῃ καὶ καταφυτευθήσεται θένδρον ἐν αὐτῇ, καὶ πλησθήσεται εὐλογίας.