Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. Μάρκος δέ τις --- γύναια καὶ ἄνδρας ὑπʼ αὐτοῦ πεπλανημένα τε καὶ πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότατος. Ἀπατήσας δὲ τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας προσέχειν αὐτῷ, ὡς γνωστικωτάτῳ, καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων

Ἄλλος δέ τις διδάσκαλος [*](Hippolyti Philosoph. vi. 39.) αὐτῶν Μάρκος μαγικῆς ἔμπειρος, ἃμὲν διὰ κυβείας δώρων καὶ ἐπῳδῶν ἃ δὲ καὶ διὰ δαιμόνων ἠπάτα πολλούς. Οὗτος ἔλεγεν ἐν αὐτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων εἶναι δύναμιν. Καὶ δὴ πολλάκις λαμβάνων ποτήριον --- κ.τ.λ. [*](M.) infra not. 3, p. 115.

115
[*](Epi- pha- nios.) ἔχοντι, ὡς πρόδρομος ὢν ἀληθῶς τοῦ 1Ἀντιχρίστου ἀποδέδεικται. [*](LIB. I. vii. 1. GR. I. viii. MASS. I. xiii. 1.) Τὰ γὰρ 2Ἀναξιλάου παίγνια τῇ τῶν λεγομένων μάγων πανουργία, συμμίξας, δἰ αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς ἔκπληξιν τοὺς ὅρωντάς τε καὶ πειθομένους αὐτῷ περιέβαλεν--- Οἱ δὲ τὰ ἀπὸ περιεργίας ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι --- Τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παῤ αὐτοῦ παιγνίου, ὡς ἔπος εἰπεῖν, ἐπιτελεῖται.

[*](G. 57.)

2. 3Ποτήρια οἴνῳ 4κεκραμένα προσποιούμενος εὐχαριστεῖν,

116
[*](LIB. I. vii. 2. GR. I. ix. 1. MASS. I. xiii. 2.) καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως, πορφύρεα μαὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ· ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα 1Χάριν τὸ οἷμα τὸ ἑαυτῆς στάζειν ἐν ἐκείνῳ τῷ ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ, καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου κληϊζομένη Χάρις. Πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπώματα κεκραμένα, αὐτὰς εὐχαρισιεῖν
117
ἐγκελεύεται παρεστῶτος αὐτοῦ. Καὶ τούτου γενομένου, [*](LIB. I. vii. 2. GR. I. ix. 1. MASS. I. xiii. 2.) [*](G. 58) αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη εὐχαρίστησε, προσενεγκὼν, Int. προενεγκών. Hipp. κρατῶν καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου, τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου, εἰς τὸ ὑπʼ αὐτοῦ κεκοσμημένον Int. κεκομισμένον, ἐπιλέγων ἅμα οὕτως· Ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄῤῥητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον, καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. Καὶ τοιαῦτά τινα εἰπὼν, καὶ ἐξοιστρήσας ἐκστήσας Hippol. τὴν ταλαίπωρον, θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. Καὶ ἄλλα τινα τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς, καὶ ἀπαγήοχεν ὀπίσω αὑτοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δἰ οὗ αὐτός τε 1προφητεύειν δοκεῖ, καὶ ὅσας ἀξίας
118
[*](LIB. I. vii. 2. GR. I. ix. 1. MASS. I. xiii. 3.) ἡγεῖται μετόχοις τῆς χάριτος αὐτοῦ, προφητεύειν ποιεῖ. Μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται, καὶ τούτων τοῦτο τὰς εὐπαρύφους, καὶ περιπορφύρους, καὶ πλουσιωτάτας, ἃς πολλάκις ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς· Μεταδοῦναί σοι θέλω τῆς ἐμῦς χάριτος, ἐπειδὴ ὁ Πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διαπαντὸς βλέπει πρὸ προσώπου αὐτοῦ· ὁ δὲ τόπος τοῦ 1μεγέθους ἐν ἡμῖν ἐστι δι᾿ ἡμᾶς ἐγκαταστῆσαι l. δεῖ ἡμᾶς ἓν καταστῆσαι. Λάμβανε πρῶτον ἀπʼ ἑμοῦ, καὶ δἰ ἐμοῦ τὴν χάριν. Εὐτρέπισον σεαυτὴν, ὡς νύμφη ἐκδεχομένη τὸν νυμφίον ἑαυτῆς, ἵνα ἔσῃ ὃ ἐγὼ, καὶ ἐγὼ ὃ σύ. Καθίδρυσον ἐν τῷ νυμφῶνί σου τὸ σπέρμα τοῦ φωτός. Λάβε παῤ ἐμοῦ τὸν νυμφίον, καὶ χώρησον αὐτὸν, καὶ χωρήθητι ἐν αὐτῷ. Ἰδοὺ χάρις κατῆλθεν ἐπί σε· ἄνοιξον τὸ στόμα σου, καὶ προφήτευσον. Τῆς δὲ γυναικὸς ἀποκρινομένης, οὐ προεφήτευσα πώποτε, καὶ οὐκ οἶδα προφητεύειν· ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευτέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης, φησὶν αὐτῇ· Ἄνοιξον τὸ στόμα σου, λάλησον ὅ τι δήποτε, καὶ προφητεύσεις. δὲ 2χαυνωθεῖσα, καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ τῆς [*](M. 62.)
119
προσδοκίας τοῦ μέλλειν αὐτὴν προφητεύειν, τῆς καρδίας πλέον [*](LIB. I. vii. 2. GR. I. ix. 1. MASS. I. xiii. 3.) τοῦ δέοντος παλλούσης, ἀποτολμᾷ λαλεῖν Int. καὶ λαλεῖ [*](G. 59.) ληρώδη καὶ τὰ τυχόντα πάντα κενῶς καὶ τολμηρῶς, ἅτε ὑπὸ [*](cf. Rom. x. 20) κενοῦ τεθερμαμένη πνείματος· (καθὼς ὁ 1κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων, ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη,) καὶ ἀπὸ τούτου λοιπὸν προφήτιδα ἑαυτὴν μεταλαμβάνει, καὶ εὐχαριστεῖ Μάρκῳ τῷ ἐπιδιδόντι τῆς ἰδίας χάριτος αὐτῇ· καὶ ἀμείβεσθαι αὐτὸν πειρᾶται, οὐ μόνον κατὰ τὴν τῶν ὑπαρχόντων δόσιν, (ὅθεν καὶ χρημάτων πλῆθος πολὺ συνενήνοχεν,) ἀλλὰ καὶ κατὰ τὴν τοῦ σώματος κοινωνίαν, κατὰ πάντα ἑνοῦσθαι αὐτῷ προθυμουμένη, ἵνα σὺν αὐτῷ κατέλθῃ εἰς τὸ ἕν.

3. Ἤδη δὲ τῶν προτέρων Interpres, πιστοτάτων τινὲς γοναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ Θεοῦ, καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίως ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν, κελεύων αὐταῖς προφητεύειν, καὶ καταφυσήσασαι, καὶ καταθεματίσασαι

120
[*](LIB. I. vii. 3. GR. I. ix. 1. MASS. I. xiii. 4.) αὐτὸν, ἐχωρίσθησαν τοῦ τοιούτου θιάσου· ἀκριβῶς εἰδοῖαι, ὅτι προφητεύειν οὐχ ὑπὸ Μάρκου τοῦ μάγου ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλʼ οἷε ἄν ὁ Θεὸ ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὑτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν, καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε Θεὸς βούλεται, ἀλλʼ οὐχ ὅτε Μάρκος κελεύει. Τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲν προηγεῖται, τὸ δὲ ὑποτέτακται. Εἰ οὖν Μάρκος μὲν κελεύει, ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς [*](M. 63.) δείπνοις 1τοῦ κλήρου οὗτοι πάντοτε παίζειν, καὶ ἀλλήλοις ἐγκελεύεσθαι τὸ προφητεύειν, καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὢν, ὅπερ ἀδύνατον. ἀλλὰ τοιαῦτα κελευόμενα ὑπʼ αὐτῶν πνεύματα, καὶ λαλοῦντα ὁπότε βούλονται αὐτοὶ, ἐπίσαθρα καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴν πίστιν, ἣν ἀπʼ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον, φυλασσόντων.

121
[*](G. 60.)

4. Ὅτι δὲ 1φίλτρα καὶ ἀγώγιμα, πρὸς τὸ καὶ τοῖς [*](LIB. I. vii. 4. GR. I. ix. 2. MASS. I. xiii. 5.) σώμασιν αὐτῶν ἐνυβρίζειν, ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ᾿ αὐτοῦ, καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι· ὥστε καὶ διάκονόν τινα τῶν ἐν 2τῇ Ἀσίᾳ τῶν ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, 3τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης,

122
[*](LIB. I. vii. 4. GR. I. ix. 2. MASS. I. xiii. 5.) καὶ τὴν γνώμην, καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου, καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ τῷ χρόνῳ, ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων, αὐτὴ l. ἐ. αὐτὴν, τὸν ἅπαντα χρόνον 1ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφʼ ᾗ ἔπαθεν ὑπὸ τοῦ μάγου διαφθορᾷ.

123

5. Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς [*](LIB. I. vii. 5. GR. I. ix. 2. MASS. I. xiii. 6.) [*](M.64.) αὐτοῖς, ἐξαπατῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες· ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθεῖ [*](G. 61.) τῆς γνώσεως αὐτῶν, μηδʼ ἂν Παῦλον, μηδʼ ἂν Πέτρον εἴπῃς, μηδʼ ἄλλον τινὰ τῶν Ἀποστόλων· ἀλλὰ πλείω πάντων ἐγνωκέναι, καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀῤῥήτου δυνάμεως μόνους καταπεπωκέναι. Εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν δύναμιν· διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, 2μηδένα ἐν μηδενὶ φόβον ἔχοντας. Διὰ γὰρ τὴν 3ἀπολύτρωσιν ἀκρατήτους καὶ ἀοράτους

124
[*](LIB. I. vii. 5. GR. I. ix. 2. MASS. I. xiii. 6.) γίνεσθαι τῷ 1κριτῇ. Εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ τῆς ἀπολυτρώσεως τάδε εἴποιεν· ὦ 2πάρεδρε Θεοῦ καὶ μυστικῆς πρὸ 3αἰῶνος Int. αἰώνων Σιγῆς, ἣν τὰ μεγέθη
125
διαπαντὸς βλέποντα, τὸ πρόσωπον τοῦ Πατρὸς, ὁδηγῷ σοι καὶ [*](LIB. I. vii. 5. GR. I. ix. 2. MASS. I. xiii. 6.) προσαγωγεῖ χρώμεθα χρώμενα, 1ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφὰς, ἃς ἡ μεγαλότολμος ἐκείνη φαντασιασθεῖσα, διὰ τὸ ἀγαθὸν τοῦ Προπάτορος προεβάλετο ἡμᾶς τὰς εἰκόνας, τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα· ἰδοὺ ὁ κριτὴς ἐγγὺς, καὶ ὁ κῆρυξ με κελεύει ἀπολογεῖσθαι· σὺ δὲ ὡς ἐπισταμένη τὰ ἀμφοτέρων τὸν ὑπὲρ 2ἀμφοτέρων ὑμῶν λόγον, ὡς ἕνα ὄντα τῷ [*](G. 62. M. 65.) κριτῇ παράστησον. Ἡ δὲ μήτηρ ταχέως ἀκούσασα τούτων, τὴν Ὁμηρικὴν 3Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε, πρὸς τὸ ἀοράτως ἐκφυγεῖν τὸν κριτήν· καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς, εἰς τὸν νυμφῶνα εἰσήγαγε, καὶ ἀπέδωκε τοῖς ἑαυτῶν νυμφίοις.

126
[*](LIB. I. vii. 6. GR. I. ix. 2. MASS. I. xiii. 7.)

6. Τοιαῦτα δὲ λέγοντες καὶ πράττοντες, καὶ ἐν τοῖς καθʼ ἡμᾶς κλίμασι 1τῆς Ῥοδανουσίας, 2πολλὰς ἐξηπατήκασι γοναῖκας, αἵτινες κεκαυτηριασμέναι τὴν συνείδησιν, αἱ μὲν καὶ 3εἰς φανερὸν ἐξομολογοῦνται, αἱ δὲ δυσωπούμεναι τοῦτο, ἡσυχῆ δέ πως ἑαυτὰς ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ Θεοῦ, ἔνιαι μὲν εἰς

127
τὸ παντελὲς ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι, καὶ τὸ [*](LIB. I. vii. 6. GR. I. ix. 2. MASS. I. xiii. 7.) τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω, μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς γνώσεως.