Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

3. Ἔνιοι δ’ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὅδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὅδωρ ἐπὶ τὸ αὐτὸ, μετʼ ἐπιρρήσεων ὁμοιοτρόπων, αἷς προειρήκαμεν, ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελειουμένων· καὶ τοῦτʼ εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. Μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. Ἄλλοι

186
[*](LIB.I.xiv.3.GR.I.xviii.2.MASS.I.xxi.4.) δὲ ταῦτα πάντα παραιτησάμενοι, φάσκουσι, μὴ δεῖν τὸ τῆς ἀῤῥήτου καὶ ἀοράτου δυνάμεως μυστήριον διʼ ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι’ αἰσθητῶν, καὶ σωματικῶν. Εἶναι δὲ τελείαν ἀπολύτρωσιν, αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀῤῥήτου μεγέθους· ὑπʼ ἀγνοίας γὰρ ὑστερήματος καὶ πάθους γεγονότων, διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν· ὥστε εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. Καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν, φθαρτὸν γὰρ τὸ σῶμα· μήτε ψυχικὴν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ ὑστερήματος, 1καὶ ἔστι l. ἐστι, καὶ τοῦ Πατρὸς l. πνεύματος ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖ l. δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν· λυτροῦσθαι γὰρ διὰ Μωϋσέως l. γνώσεως τὸν ἔσω ἄνθρωπον τὸν πνευματικὸν, [*](G. 92.) καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει· καὶ [*](Μ. 97.) ταύτην εἶναι λύτρωσιν ἀληθῆ.

187