Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

2. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι, καὶ [*](Μ.95) μυσταγωγίαν ἐπιτελοῦσι μετ’ 1ἐπιῤῥήσεών τινων τοῖς τελειουμένοις, καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπʼ αὐτῶν γινόμενον, κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. Οἱ δὲ ἄγουσιν ἐφʼ ὕδωρ, καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν· Εἰς [*](G.90.) ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν, 2εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων. Ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι, πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελειουμένους, οὕτως· Βασεμὰ χαμοσσὴ βααιανορὰ

184
[*](LIB.I.xiv.2.GR.I.xviii.2.MASS.I.xxi.3.) μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. Τούνων δ’ ἑρμηνεία ἐστι τοιαύτη· Ὑπὲρ πᾶσαν δύναμιν τοῦ πατρὸς ἐπικαλοῦμαι φῶς ὀνομαζόμενον, καὶ πνεῦμα ἀγαθὸν, καὶ ζωή· ὅτι ἐν σώματι ἐβασίλευσας. Ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν ἐπιλέγουσιν οὕτως· Τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος, καὶ κυριότητος, καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς Ναζαρηνὸς ἐν ταῖς ζωαῖς τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ Πνεόματος ἁγίου εἰς λύτρωσιν ἀγγελικήν. 1Ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Mεσσία οὐφαρὲγ ναμεμψαιμὰν [*](G. 91.)
185
χαλδαίαν μοσομηδαέα ἀκφραναὶ ψαούα, Ἰησοῦ Ναζαρία. [*](LIB.I.xiv 2. GR i.xviii.2.MASS.I.xxi.3.) Καὶ τούτων δὲ ἑρμηνεία ἐστι τοιαύτη· Οὐ διαιρῶ τὸ πνεῦμα, [*](M. 96.) τὴν καρδίαν, καὶ τὴν ὑπερουράνιον δύναμιν, τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, Σωτὴρ ἀληθείας. Καὶ ταῦτα μὲν ἐπιλέγουσιν οἱ αὐτοὶ τελοῦντες. δὲ τετελεσμένος ἀποκρίνεται· Ἐστήριγμαι, καὶ λελύτρωμαι, καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ πάντων τῶν παρʼ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαὼ, ὃς ἐλυτρώσατο τὴν ψυχὺν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. Εἶτ’ ἐπιλέγουσιν οἱ παρόντε· Εἰρήνη πᾶσιν, ἐφʼ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπαύεται. Ἔπειτα μυρίζουσι τὸν τετελεσμένον ὀπῷ τῷ ἀπὸ βαλσάμου l. τῷ ὀποβαλσάμῳ τὸ γὰρ μῦρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.