Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

4. --- Ἐγὼ οἰὸς ἀπὸ πατρὸς, πατρὸς [*](LIB.I.xiv.4.GR.I.xviii.3.MASS.I.xxi.5.) προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι. Ἦλθον πάντα ἰδεῖν, τὰ ἀλλότρια, καὶ τὰ ἴδια· καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, [*](Epiphan.Hær.xxxvi.) ἀλλὰ τῆς Ἀχαμὼθ, ἥτις ἐστὶ θήλεια, καὶ ταῦτα ἑαυτῇ ἐποίησε· κατάγω l. κατάγει δὲ τὸ γένος ἐκ τοῦ προόντος, καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα. Καὶ ταῦτα εἰπόντα --- διαφεύγειν τὰς ἐξουσίας --- Ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν Δημιουργὸν, καὶ λέγειν --- Σκεῦός εἰμι ἔντιμον, μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. Εἰ ἡ μητὴρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν, καὶ γινώσκω ὅθεν εἰμὶ, καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστιν

188
[*](LIB.I.xiv.4.GR.I xviii.3.) ἐν τῷ Πατρὶ, μήτηρ δὲ τῆς μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης μητέρα Πατέρα, ἀλλʼ οὔτε σύζογον ἄῤῥενα· θέλεια δὲ ὑπὸ [*](Μ.96.) θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς, καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην· ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα. Τούτους δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι, καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης, καὶ τοῦ γένους τῆς μητρός· 1αὐτὸν δὲ πορευθῆναι 2εἰςο [*](G.93.) τὰ ἴδια, ῥίψαντα τὸν δεσμὸν αὐτοῦ, τουτέστι τὴν ψιχήν. Καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς συνεληλύθαμεν l. συνελήλυθε μέν ·

192

Οὕτως γοῦν τὸν 1 Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα [*](Hippol Philol vl. 19.) αὐτὴν, τὰς ὄψεις τυφλωθῆναι· αὖθις δὲ, μεταμεληθέντος αὐτοῦ καὶ γράψαντος τὰς παλινῳδίας ἐν αἷς ὕμνησεν αὐτὴν, ἀναβλέψαι. Μετενσωματουμένην ---

193
[*](Hipp Philos. vI. 19.) οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. [*](LIB. I. XVI. 2. GR. I. XX. MASS. I. xxiii. 3.) Κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον, διὰ τὸ φιλαρχεῖν αὐτοὺς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὐτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν, μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ Ἰουδαίᾳ δεδοκηκέναι 1 καὶ μὴ πεπονθότα --- Τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας. Διὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας, ἕως νῦν πράσσειν τὰ σὰ ι. τοὺς συμπράσσοντας ἃ βούλονται ὡς 2ἐλευθέρους· κατὰ γὰρ τὴν αὐτοῦ 3 χάριν σώζεσθαι αὐτοὺς φάσκουσι· μηδὲν γὰρ εἶναι αἴτιον δίκης εἰ πράξει τις κακῶς,
194
[*](LIB. I. xvi. 2. GR. I. xx. MASS. I. xxiii. 3.) οὐ γάρ ἐστι φύσει κακὸς, ἀλλὰ θέσαι. Ἔθεντο γάρ φησιν [*](Hipp. Philos. vi. 19) οἱ ἀγγέλοι οἱ τὸν κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν νομίζοντες τοὺς αὐτῶν ἀκούοντας. Φύσιν δὲ ι. Λυθῆναι δὲ αὖθις λέγουσι τὸν κόσμον ἐπὶ λυτρώσει τῶν ἰδίων ἀνθρώπων.