Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

15. 2Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὔσης, ἣν οὔτε Προφῆται ἐκήρυξαν, οὔτε ὁ Κύριος ἐδίδαξεν, οὔτε Ἀπόστολοι [*](M. 36.) παρέδωκαν, ἣν 3περὶ τῶν ὅλων αὐχοῦσι πλεῖον τῶν ἄλλων ἐγνωκέναι, 4ἐξ ἀγράφων ἀναγινώσκοντες, καὶ τὸ δὴ λεγόμενον, 5ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες, ἀξιοπίστως ἀξιόπιστα Assem. προσαρμόζειν πειρῶνται 6τοῖς εἰρημένοις,

67
ἤτοι παραβολὰς κυριακὰς, ἢ ῥήσεις προφητικὰς, λόγους [*](LIB. I. i. 15. GR. I. i. 15. MASS. I. vili. 1.) ἀποστολικοὺς, ἵνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ· τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν γραφῶν ὑπερβαίνοντες,  [*](λέξιν Ephr. Syr.) καὶ, ὅσον ἐφʼ ἑαυτοῖς, λύοντες τὰ μέλη τῆς ἀληθείας. Μεταφέρουσι δὲ καὶ μεταπλάττουσι, καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν ἐφαρμοζομένων κυριακῶν λογίων κακοσυνθέτῳ σοφίᾳ φαντασίᾳ Ephr. S.. Ὅνπερ τρόπον εἴ τις βασιλέως 1εἰκόνος καλῆς κατεσκευασμένης ἐπιμελῶς [*](G. 36.) 2ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν, 3μετενέγκῃ τὰς ψηφῖδας [*](μετενέγει Ephr. μεθαρμόσει Ephr. ποεησας Ephr. cf. xxxv.) ἐκείνας, καὶ μεθαρμόσοι, καὶ ποιήσει μορφὴν κυνὸς ἢ ἀλώπεκος, καὶ 4ταύτυν φαύλως κατεσκευασμένυν, ἔπειτα διορίζοιτο, καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκόνα τὴν καλὴν,
68
[*](LIB. I. i. 15. GR. I. i. 15. MASS. I. vili. 1.) ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασε, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως [*](ὐπὸ τοῦ δευτέρου Ephr. Syr.) εἰκόνα συντεθείσας, κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους, τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὐκ ἔχοντας, καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐστὶν ἐκείνη ἡ καλὴ τοῦ βασιλέως εἰκών· τὸν αὐτὸν δὴ [*](συγκαττύ- ουσι Assem.) τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύσαντες, ἔπειτα [*](M. 37.) ῥήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ πόθεν ἀποσπῶντες, [*](μεθεπμόζειν Ephr. Syr.) ἐφαρκόζειν βούλονται τοῖς μόθοιο αὐτῶν ἑαυτῶν Ephr. S. τὰ λόγια τοῦ Θεοῦ. Καὶ ὅσα μὲν ἐν τοῖς l. τοῖς ἐντὸς τοῦ Πληρώματος ἐφαρμόζουσιν, εἰρήκαμεν.

16. Ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν γραφῶν, ἔστι τοιαῦτα· τὸν Κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου χρόνοις διὰ τοῦτο ἐληλυθέναι ἐπὶ τὸ πάθος λέγουσιν, ἵν᾿ ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος, καὶ δἰ αὐτοῦ τοῦ τέλους [*](Jac. v. 11.) ἐμφῄνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. Τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπιστὰς ὁ Κύριος ἐκ νεκρῶν ἤγειρε, τύπον εἶναι

69
διηγοῦνται τῆς Ἀχαμὼθ, ἣν 1ἐπεκταθεὶς ὁ Χριστὸς αὐτὸν [*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. vili. 2.) αὐτῶν ἐμόρφωσε, καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. Ὅτι, δὲ αὐτῇ ἐπέφανεν ὁ Σωτὴρ ἐκτὸς οὔσης [*](cf. § 7.) τοῦ Πληρώματος, ἐν ἐκτρώματος μοίρα, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν 2τῇ adj. πρώτῃ πρὸς Κορινθίους· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κᾀμοί. Τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ, ὁμοίως [*](cf. § 8.) πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ, εἰπόντα· Δεῖ τὴν γυναῖκα 3κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
70
[*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. vili. 2.) Καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν, δἰ αἰδὼ κάλυμμα [*](G. 37.) ἐπέθετο ἡ Ἀχαμὼθ, Μωσέα πεποιηκέναι φανερὸν, κάλυμμα θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ. Καὶ τὰ πάθν δὲ αὐτῆς, ἃ ἔπαθεν, ἐπισεσημειῶσθαι τὸν Κύριον φάσκουσιν ἐν τῷ σταυρῷ. Καὶ ἐν μὲν τῷ εἰπεῖν· Ὁ Θεός μου, ὁ Θεός μοι, [*](M. 38.) εἰς τί ἐγκατέλιπές με; μεμηνυκέναι αὐτὸν, ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία, καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς· τὴν δὲ λύπην αὐτῆς, ἐν τῷ εἰπεῖν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου del. ἕ. θ.· τὸν δὲ φόβον, ἐν τῷ εἰπεῖν· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον· καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως, ἐν τῷ εἰρηκέναι· Καὶ τί εἴπω, 1οὐκ οἶδα. Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν, 2ἐν τῷ εἰπεῖν
71
τῷ ἐρωτήσαντι, Ἀκολουθήσω σοι; Οὐκ ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. vili. 3.) ποῦ τὴν κεφαλὴν κλῖναι κλίνῃ· τὸ δὲ ψυχικὸν, ἐν τῷ εἰρηκέναι τῷ εἰπόντι, Ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ μου· Οὐδεὶς ἐπʼ ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν, καὶ εἰς τὰ ὀπίσω βλέπων, εὔθετός ἐστιν ἐν τῇ βασιλεία εἰς τὴν β. τῶν οὐρανῶν. Τοῦτον γὰρ λέγουσι τὸν μέσον εἶναι. Κᾀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα, πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι. Τὸ, δὲ πνευματικὸν, ἐν τῷ εἰπεῖν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ ἐπὶ Ζακχαίου του τελώνου εἰπών· Σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μείναι· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. Καὶ τὴν τῆς ζύμης παραβολὴν, ἥν ἡ γυνὴ
72
[*](LIB. I. i. 16. GR. I. i. 16. MASS. I. viii. 3.) ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δνλοῦν λέγουσι· γοναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν· ἀλεύρου σάτα τὰ τρία, τὰ τρία γένη τῶν [*](M. 30.) ἀνθρώπων, πνευματικὸν, ψυχικὸν, χοϊκόν· ζύμην δὲ αὐτὸν τὸν Σωτῆρα εἰρῆσθαι διδάσκουσι. Καὶ τὸν Παῦλον διαῤῥήδην εἰρηκέναι χοϊκοὺς, ψυχικοὺς, πνευματικούς· ὅπου μὲν, Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· ὅπου δὲ, ψοχικὸς δὲ ἄνθρωπος [*](G. 38.) οὐ δέχεται τὰ τοῦ πνεύματος1· ὅπου δὲ, Πνευματικὸς ἀνακρίνει πάντα. Τὸ, δὲ, ψυχικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος, ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα 2μὴ ἐγνωκέναι μήτε τὴν μητέρα πνευματικὴν οὖσαν, μήτε τὸ σπέρμα αὐτῆς, μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. Ὅτι ἰδὼν ὅτι δὲ, ὧν ἤμελλε σώ ζεῖν ὁ Σωτὴρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβε, τὸν Παῦλον εἰρηκέναι· Καὶ ἢν ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα. Ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες· φύραμα δὲ ἡμᾶς, τουτέστι τὴν ψυχικὴν Ἐκκλησίαν,
73
ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν, καὶ ἐν αὐτῷ 1συνεσταλκέναι, [*](LIB. I. i. 17. GR. I. i. 17. MASS. I. viii. 4.) ἐπειδὴ ἦν αὐτὸς χύμη.

17. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτός τοῦ Πληρώτοῦ ματος, καὶ ἐμορφώθη ὑπὸ τοῦ Χριστοῦ, καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν, αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον suppl. πρόβατον. Πρόβατον μὲν γὰρ πεπλανημένον τὴν μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι Ἐκκλησίαν· πλάνην δὲ, τὴν ἐκτὸς Πληρώματος ἐν Int. πᾶσι τοῖς πάθεσι διατριθὴν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑποτίθενται. Τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν, καὶ εὑρίσκουσαν τὴν δραχμὴν, τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα [*](cf. 3 and 13.) τὴν Ἐνθόμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας εὑρίσκει αὐτήν· διὸ καὶ ταύτην 2ἀποκαθἱστασθαι κατʼ αὐτοὺς ἐντὸς πληρώματος. Συμεῶνα τὸν

74
[*](LIB. I. i. 17. GR. I. i. 17. MASS. I. viii. 4.) εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν, καὶ εὐχαριστήσαντα [*](M. 41.) 1αὐτῷ, καὶ εἰπόντα· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ματὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, τύπον εἶναι τοῦ Δημιουργοῦ λέγουσιν, ὡς ὃς ἐλθόντος τοῦ Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ, καὶ ηὐχαρίστησε τῷ Βυθῷ. Καὶ διὰ τῆς ἐν τῷ Εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μενούσης, ἄχρις οὗ τὸν Σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα τὸν Σωτῆρα μετὰ τῶν 3ἡλικιωτῶν αὐτοῦ, [*](G. 39.)
75
τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ μεσότητι προσεδέχετο [*](LIB. I. i. 17. GR. I. i. 17. MASS. I. viii. 4.) αὐτὸν, πότε πάλιν ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. Καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνύσθαι ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ εἰρηκέναι· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ ὑπὰ Παύλου δὲ οὕτως· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Καὶ τὰς συζνγίας δὲ τὰς ἐντὸς πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν 1ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη· Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.