Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

18. Ἔτι τε l. δὲ Ἰωάννην τὸν μαθοτὴν τοῦ Κυρίου διδάσκουσι τὴν πρώτην ὀγδοάδα 2μεμηνυκέναι αὐταῖς λέξεσι, λέγοντες οὕτως· Ἰωάννης ὁ μαθητὴς τοῦ Κυρίου βουλόμενος

76
[*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθʼ ἣν τὰ πάντα προέβαλεν ὁ Πατὴρ, ἀρχήν τινα ὑποτίθεται τὸ πρῶτον γεννηθὲν ὑπὸ τοῦ Θεοῦ, ὃν ὃ δὴ καὶ Υἱὸν Μονογενῆ καὶ Θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ 1προέβαλε σπερματικῶς. Ὑπὸ δὲ τούτου [*](M. 41.) φησὶ τὸν Λόγον προβεβλῆσθαι, καὶ ἐν αὐτῷ τὴν ὅλην 2τῶν Αἰώνων οὐσίαν, ἣν αὐτὸς ὕστερον ἐμόρφωσεν ὁ Λόγος. Ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει, καλῶς ἀπὸ τῆς ἀρχῆς, τουτέστι τοῦ 3Θεοῦ καὶ τοῦ Λόγου, τὴν διδασκαλίαν ποιεῖται· λέγει δὲ οὕτως· Ἐν ἄρχῃ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πρότερον διαστείλας τὰ τρία, Θεὸν, καὶ Ἀρχὴν, καὶ
77
Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων [*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) αὐτῶν δείξῃ, τοῦ τε Υἱοῦ καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα, καὶ τὴν πρὸς τὸν Πατέρα ἕνωσιν. Ἐν γὰρ τῷ Πατρὶ, καὶ ἐκ τοῦ Πατρὸς ἡ ἀρχὴ, ἐν ἀρχῇ δὲ καὶ ἐκ τῆς ἀρχῆς ὁ Λόγος. Καλῶς οὖν εἷπεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἦν γὰρ ἐν τῷ Υἱῷ· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ γὰρ ἡ ἀρχή· καὶ Θεὸς ἦν ὁ Λόγος, ἀκολούθως· 1τὸ γὰρ ἐκ Θεοῦ γεννηθὲν, Θεός ἐστιν· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· [*](G. 40.) ἔδειξε τὴν τῆς προβολῆς τάξιν· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο 2οὐδ᾿ ἕν· πᾶσι γὰρ τοῖς μετ᾿ αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. Ἀλλὰ
78
[*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) ἐμήυνυσε· Τὰ μὲν γὰρ ὅλα, ἔφη, δἰ αὐτοῦ γεγενῆσθαι, 1τὴν δὲ ζωὴν ἐν αὐτῷ. Αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη οἰκειοτέρα ἐστὶν ἐν αὐτῷ τῶν δἰ αὐτοῦ γενομένων· σύνεστι γὰρ αὐτῷ, καὶ δἰ αὐτοῦ καρποφορεῖ· ἐπειδὴ γὰρ ἐπιφέρει, καὶ ἡ ζωὴ ἦν τὸ 2φῶς τῶν ἀνθρώπων, Ἄνθρωπον εἰπὼν ἄρτι, καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ Ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ τοῦ ἑνὸς ὀνόματος [*](M. 42.) δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν. Ἐκ γὰρ τοῦ Λόγου καὶ τῆς Ζωῆς Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία. Φῶς δὲ εἶπε τῶν ἀνθρώπων τὴν Ζωὴν, διὰ τὸ πεφωτίσθαι αὐτοὺς ὑπʼ αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. Τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει· Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. Ἐπεὶ τοίνυν ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν ἡ Ζωὴ, φῶς εἰρῆσθαι εἴρηται αὐτῶν. Σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων, τά τε ἄλλα, καὶ τὴν τετράδα τὴν δευτέραν, Λόγον καὶ Ζωὴν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Ἀλλὰ μήν καὶ τήν πρώτην ἐμήνυσε τετράδα· διηγούμενος
79
γὰρ περὶ τοῦ Σωτῆρος, καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ [*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) πληρώματος δἰ αὐτοῦ μεμορφῶσθαι, καρπόν εἶναί φησιν αὐτὸν 1παντὸς τοῦ πληρώματος. Καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτία φαινόμενον, καὶ μὴ καταληφθὲν ὑπʼ αὐτῆς, ἐπαιδὴ πάντα τὰ 2γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ᾿ 3αὐτῆς. Καὶ οἱὸν δὲ, καὶ ἀλήθειαν, καὶ ζωὴν λέγει αὐτὸν καὶ λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθά, φησι, καὶ ἦν ἡ δόξα αὐτοῦ, 4οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ [*](G. 41.) πατρὸς δοθεῖσα αὐτῷ, 5πλήρης χάριτος καὶ ἀληθείας. Λέγει
80
[*](LIB. I. i. 18. GR. I. i. 18. MASS. I. viii. 5.) δὲ οὕτως· Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα· 1Πατέρα εἰπὼν, [*](M. 43.) καὶ Χάριν, καὶ τὸν Μονογενῆ, καὶ Ἀλήθειαν. Οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρός τῶν ὅλων Αἰώνων ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ 2.

19. Ὁρᾷς, ἀγαπητὲ, τίν μέθοδον, ᾗ οἱ χρώμενοι φρεναπατοῦσιν ἑαυτοὺς, ἐπηρεάζοντες τὰς γραφὰς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώμενοι. Διὰ τοῦτο γὰρ καὶ

81
αὐτὸς αὐτὰς παρεθέμην αὐτῶν 1τὰς λέξεις, ἵα ἐξ αὐτῶν [*](LIB. I. i. 19. GR. I. i. 19. MASS. I. ix. 1.) κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας, καὶ τὴν πονηρίαν τῆς πλάνης. Πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω ὀγδοάδα μηνύσειν, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς, καὶ [*](f. 1. μηνύσσι.) τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι, καὶ οὕτως 2ἐπεζεύχθη τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς ὀγδοάδος· καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα, ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς, ἐπʼ ἐσχάτῳ πρώτης ἐμέμνητο τετράδος. Ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων, καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν ὄνομα· ἀλλʼ ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀῤῥένων προσηγορίᾳ, ὁμοίως δυναμένων κᾀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς· suppl. ἢ εἰ τῶν λοιπῶν τὰς συζύγους
82
[*](LIB. I. i. 19. GR. I. i. 19. MASS. I. ix. 1.) κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μεμηνύκει σύζυγον, καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ὑμᾶς λαμβάνειν τοὔνομα αὐτῆς. Φανερὰ οὗν ἡ τῆς ἐξηγήσεως παραποίησις. Τοῦ γὰρ Ἰωάννου ἕνα Θεὸν παντοκράτορα, καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος, δἰ οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν [*](M. 44.) l. Λόγον Θεοῦ, τοῦτον Μονογενῆ, τοῦτον πάντων ποιητὴν, τοῦτον φῶς ἀληθινὸν φωτίζοντα πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητὴν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα, καὶ ἐσκηνωκότα ἐν ἡμίν· οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν, ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν, ὃν δὴ καὶ 2ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι, καὶ ἄλλον τὸν Λόγον 3υἱὸν τοῦ Μονογενοῦς, καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ πληρώματος προβεβλημένον· [*](G. 42.) καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας, καταχρησάμενοι τοῖς ὀνόμασιν, εἰς τὴν ἰδίαν ὑπόθεσιν μετήνεγκαν,
83
ὥστε κατ᾿ αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ [*](LIB. I. i. 19. GR. I. i. 19. MASS. I. ix. 2.) Κυρίου Ἰησοῦ Χριστοῦ μνείαν suppl. μὴ ἂν ποιεῖσθαι. Εἰ γὰρ Πατέρα εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς, οὐδέπω Χριστὸς ὁ τοῦ Ἰωάννου διδάσκαλος. Ὅτι δὲ οὐ περὶ τῶν συζογιῶν αὐτῶν ὁ Ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ Κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδε τοῦ Θεοῦ, αὐτὸς πεποίηκε φανερόν. Ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ 1ἄνω ἐν ἀρχῇ Λόγου, ἐπεξηγεῖται· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν, οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέ ποτε ἐκτὸς Πληρώματος· ἀλλὰ ὁ τῆς 2οἰκονομίας μεταγενέστερος τοῦ Λόγου Σωτήρ.

84
[*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 3.)

20. Μάθετε οὖν ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ [*](M. 45.) ἡμῶκ, ὁ κατασκυνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ὑμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν Ἀπόστολον. Εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς, 1ὁ τοῦ μόνου Θεοῦ μονογενὴς υἱὸς, κατά τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς, οὐδὲ περὶ ὀγδοάδος τὸν λόγον 2ἐμπεποίηται, ἀλλʼ ἢ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Οὐδὲ γὰρ ὁ Λόγος κατʼ αὐτοὺς προηγουμένως σὰρξ γέγονε. Λέγουσι δὲ τὸν Σωτῆρα

85
ἐνδύσασθαι 1σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 3.) 2ἀῤῥήτῳ προνοίᾳ, πρὸς τὸ ὁρατὸν γενέσθαι, καὶ ψηλαφητόν. Σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ Θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ Θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. Καὶ λέλυται αὐτῶν πρώτη καὶ ἀρχέγονος ὀγδοάς. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου, καὶ Μονογενοῦς, καὶ Ζωῆς, καὶ Φωτὸς, καὶ Σωτῆρος, καὶ Χριστοῦ, καὶ Υἱοῦ Θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ὑμῶν, λέλυται ἡ τῆς ὀγδοάδος σκηνοπηγία. [*](G. 43) Ταύτης δὲ λελυμένης, διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν 4ψευδῶς ὀνειρώττοντες 5κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες, μεταφέρουσι, καθὼς προειρήκαμεν, ἐκ τοῦ
86
[*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.) κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὅμοια ποιοῦντες τοῖς ὑποθέσαις τὰς τυχούσας αὐτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων 1μελετᾷν αὐτὰς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπʼ ἐκείνης τῆς ἐξ ὑπογυίου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι, καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθʼ οὕτως Ὅμηρος εἴη πεποιηκώς. Ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ [*](M. 46.) Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅδῃ κύνα πεμπόμενον 2διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως· (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης ἐπιχειρήσεως τοῖς ἀμφοτέροις.) [*](od. κ΄. 76.)
  • Ὡε εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα
  • [*](Od. Φ΄. 26.)
  • Φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιΐστορα ἔργων,
  • [*](11 τ΄. 123.)
  • Εὐρυσθεὺς, Σθενέλοιο πάϊς Περσηϊάδαο
  • 87
  • Ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο.
  • [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.)
  • Βῆ δʼ ἴμεν, ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιὼς,
  • Καρπαλίμως 1ἀνὰ ἄστυ· φίλοι δʼ 2ἀνά πάντες ἕποντο,
  • [*](Il. θ΄. 368. Od. ζ΄. 130. Il. ω΄. 327. Od. λ΄. 38. Il. ω΄. 328.  Od. λ΄. 625. Il. β΄. 409.)
  • Νύμφαι τʼ ἠΐθεσί τε, πολύτλητοὶ τε γέροντες,
  • 2Οἶετῤ ὀλοφυρόμενοι, ὡσεὶ θάνατόνδε κίοντα.
  • Ἑρμείας δʼ 4ἀπέπεμπεν, ἰδέ γλαυκῶπις Ἀθήνη·
  • Ἤιδεε γὰρ κατὰ θυμὰν ἀδελφεὸν, ὡς ἐπονεῖτο.
  • Τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων, καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; Ὁ δʼ ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται, suppl. μὲν τὰ ἔπη, τὴν δʼ ὑπόθεσιν οὐκ ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδοσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος. Ἄρας δὲ αὐτὰ, καὶ ἓν ἕκαστον ἀποδοὺς [*](G. 44.) τῇ 5ἰδίᾳ, ἐκποδὼν ποιήσει τὴν ὑπόθεσιν. Οὕτω δὲ καὶ ὁ
    88
    [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.) κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, 1ὃν διὰ τοῦ βαπτίσματος εἵληφε, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα, καὶ [*](M. 47.) τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην αὐτῶν οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς
    89
    τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ, γυμνώσει [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 5.) καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. Ἐπεὶ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ 1ἀπολύτρωσις, ἵνα τις τὸν 2μῖμον αὐτὸν l. αὐτῶν 3περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, l. ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδείξαι πρότερον, ἐν οἶς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ 4μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. Καὶ ἐκ τούτου γὰρ ἀκριβῶς συνιδεῖν ἔσται ἐστι, καὶ 5πρὸ τῆς ἀποδείξεως, βεβαίαν τὴν ὑπὸ τῆς Ἐκκλησίας κηρυσσομένην ἀλήθειαν, καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν.