Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

12. Διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν, περὶ ὧν αἱ γραφαὶ διαβεβαιοῦνται, τοὺς ποιοῦντας αὐτὰ βασιλείαν Θεοῦ μὴ κληρονομήσειν. Καὶ γὰρ 1εἰδωλόθοτα διαφόρως ἀδιαφόρως ἐσθίουσι, μηδὲ μηδὲν μολύνεσθαι ὑπʼ αὐτῶν ἡγούμενοι· καὶ ἐπὶ πᾶσαν ἑορτάσιμον τῶν ἐθνῶν 2τέρψιν εἰς τιμὴν τῶν εἰδώλων γινομένην [*](G. 31) πρῶτοι συνίασιν, ὡς μηδὲ τῆς παρὰ Θεῷ καὶ ἀνθρώποις

56
[*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vi. 3.) θέας ἀπέχεσθαι ἐνίους αὐτῶν. Οἱ δὲ καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς κατακόρως δουλεύοντες τὰ σαρκικὰ τοῖς σαρκικοῖς, καὶ τὰ πνευματικὰ τοῖς πνευματικοῖς ἀποδίδοσθαι λέγουσι. Καὶ οἱ μὲν αὐτῶν λάθρα τὰς διδασκομένας ὑπʼ αὐτῶν τὴν διδαχὴν ταύτην γυναῖκας διαφθείρουσιν, ὡς πολλαὶ πολλάκις ὑπʼ ἐνίων αὐτῶν ἐξαπατηθεῖσαι, ἔπειτα ἐπιστρέψασαι γυναῖκες εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, σὺν τῇ λοιπῇ πλάνῃ καὶ τοῦτο ἐξωμολογήσαντο· οἱ δὲ καὶ κατὰ τὸ φανερὸν ἀπερυθριάσαντες, ὧν ἂν ἐρασθῶσι γυναικῶν, ταύτας ἀπʼ ἀνδρῶν ἀποσπάσαντες, ἰδίας γαμετὰς ἡγήσαντο. Ἄλλοι δὲ αὖ πάλιν σεμνῶς κατʼ ἀρχὰς, ὡς μετʼ ἀδελφῶν προσποιούμενοι συνοικεῖν, προϊόντος τοῦ χρόνου ἠλέγχθησαν, ἐγκύμονος τῆς ἀδελφῆς ὑπὸ τοῦ ἀδελφοῦ γενηθείσης. Καὶ ἄλλα δὲ πολλὰ μυσαρὰ καὶ ἄθεα πράσσοντες, ὑμῶν μὲν διὰ τὸν φόβον τοῦ Θεοῦ φυλασσομένων καὶ μέχρις ἐννοίας καὶ λόγου ἁμαρτεῖν, κατατρέχουσιν, ὡς ἰδιωτῶν, καὶ μηδὲν ἐπισταμένων· ἑαυτοὺς δὲ ὑπερυψοῦσι, [*](M.31.)
57
τελείους ἀποκαλοῦντες, καὶ σπέρματα ἐκλογῆς. Ἡμᾶς μὲν γὰρ [*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vi. 4.) ἐν χρήσει τὴν χάριν λαμβάνειν λέγουσι· διὸ καὶ ἀφαιρεθήσεσθαι αὐτῆς αὐτήν· αὐτοὺς δὲ ἰδιόκτητον ἄνωθεν ἀπὸ τῆς ἀῤῥήτου καὶ ἀνονομάστου συζυγίας συγκατεληλυθυῖαν ἔχειν τὴν χάριν· καὶ διὰ τοῦτο προστεθήσεσθαι αὐτοῖς. Διὸ καὶ ἐκ παντὸς τρόπου δεῖν αὐτοὺς ἀεὶ τὸ τῆς συζυγίας μελετᾷν μυστήριον. Καὶ τοῦτο πείθουσι τοὺς ἀνοήτους, αὐταῖς λέξεσι λέγοντες οὕτως· ὃε ἂν 1ἐν κόσμῳ γενόμενος γυναῖκα οὐκ ἐφίλησεν, ὥστε αὐτὴν κρατηθῆναι, οὐκ ἔστιν ἐξ ἀληθείας, καὶ οὐ χωρήσει εἰς ἀλήθειαν· ὁ δὲ ἀπὸ κόσμου γενόμενος, 3μὴ l. καὶ κρατηθεὶς γυναικὶ οὐ χωρήσει εἰς ἀλήθειαν, διὰ τὸ μῆ ἐν l. τὸ ἐν τῇ [*](G. 32) ἐπιθυμίᾳ κρατηθῆναι γυναικός. Διὰ τοῦτο οὖν ἡμᾶς 4καλοὺς
58
[*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vi. 4.) ψυχικοὺς ὀνομάζουσι, καὶ ἐκ κόσμου εἶναι λέγουσι, καὶ ἀναγκαίαν ἡμῖν τὴν ἐγκράτειαν καὶ ἀγαθὴν πρᾶξιν, ἵνα δἰ αὐτῆς ἔλθωμεν εἰς τὸν τῆς 1μεσότητος τόπον· αὐτοῖε δὲ πνευματικοῖς τε καὶ τελείοις καλουμένοις μηδαμῶς· οὐ γὰρ πρᾶξις εἰς πλήρωμα εἰσάγει, ἀλλὰ τὸ σπέρμα τὸ ἐκεῖθεν νήπιον ἐκπεμπόμενον, 2ἐνθὰ δὲ τελειούμενον. Ὅταν δὲ πᾶν τὸ σπέρμα τελειωθῇ. τὴν [*](M. 32.) μὲν Ἀχαμὼθ τὴν μητέρα αὐτῶν μεταβῆναι τοῦ τῆς μεσότητος τόπου λέγουσι, καὶ ἐντὸς πληρώματος εἰσελθεῖν, καὶ ἀπολαβεῖν τὸν νυμφίον αὐτῆς τὸν Σωτῆρα, τὸν ἐκ πάντων γεγονότα, ἵνα συζογία γένηται τοῦ Σωτῆρος καὶ τῆς Σοφίας τῆς Ἀχαμώθ. Καὶ τοῦτο εἶναι 3νυμφίον καὶ νύμφην, 4νυμφῶνα
59
δὲ τὸ πᾶν πλήρωμα. Τοὺς δὲ πνευματικοὺς 1ἀποδυσαμένοις [*](LIB. I. i. 12. GR. I. i. 12. MASS. I. vii. 1.) τὰς ψυχὰς καὶ πνεύματα νοερὰ γενομένους, ἀκρατήτως καὶ ἀοράτως ἐντὸς πληρώματος εἰσελθόντας νύμφας ἀποδοθήσεσθαι τοῖς περὶ τὸν Σωτῆρα ἀγγέλοις. Τὸν δὲ Δημιουργὸν μεταβῆναι καὶ αὐτὸν εἰς τὸν τῆς μητρὸς 2Σοφίας τόπον, τουτέστιν ἐν τῇ μεσότητι· τάς τε τῶν δικαίων ψυχὰς ἀναπαύσεσθαι καὶ αὐτὰς ἐν τῷ τῆς μεσότητος τόπῳ. Μηδὲν γὰρ ψυχικὸν ἐντὸς πληρώματος χωρεῖν.

13. Τούτων δὲ γενομένων οὔτως, τὸ ἐμφωλεῦον τῷ κόσμῳ πῦρ ἐκλάμψαν καὶ ἐξαφθὲν, καὶ 3κατεργασάμενον [*](cf. II. 52.) πᾶσαν ὕλην 4συναναλωθήσεσθαι αὐτῇ, καὶ εἰς τὸ μηκέτʼ εἶναι χωρήσειν διδάσκουσι. Τὸν δὲ Δημιουργὸν μηδὲν τούτων ἐγνωκέναι

60
[*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 2.) ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας. Εἰσὶ δὲ οἱ λέγοντες προβαλέσθαι αὐτὸν καὶ Χριστὸν υἱὸν ἴδιον, ἀλλὰ [*](cf. III. 18. 31. 32.) καὶ ψυχικόν· καὶ περὶ τούτου διὰ τῶν Προφητῶν λελαληκέναι. [*](G. 33. M. 33.) Εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ 2διὰ σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα, ἐν εἴδει περιστερᾶς· γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ αὐτὸ l. ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν. Τὸν οὖν Κύριον ἡμῶν ἐκ 3τεσσάρων τούτων σύνθετοι γεγονέναι φάσκουσιν, ἀποσώζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης
61
1τετρακτύος· ἔκ τε τοῦ πνευματικοῦ, ὃ ἦν ἀπὸ τῆς Ἀχαμὼθ. [*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 2.) καὶ ἐκ τοῦ ψυχιοῦ, ὃ ἦν ἀπὸ τοῦ Δημιουργοῦ, καὶ ἐκ τῆρ οἰκονομίας, 2ὃ ἦν κατεσκευασμένον ἀῤῥήτῳ τέχνῃ, καὶ ἐκ τοῦ [*](p. 52.) Σωτῆρος, ὃ ἦν κατελθοῦσα εἰς αὐτὸν περιστερά. Ναὶ τοῦτο l. τοῦτον μὲν ἀπαθῆ διαμεμενηκέναι· (οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτὸν 3ἀκράτητον καὶ ἀόρατον ὑπάρχοντα·) 4καὶ διὰ
62
[*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 2.) τοῦτο ᾖρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν ματατεθὲν πνεῦμα Χριστοῦ. Ἀλλʼ οὐδὲ τὸ ἀπὸ τῆς μητρὸς σπέρμα πεπονθέναι λέγουσιν. 1Ἀπαθὲς γὰρ καὶ αὐτὸ τὸ l. ἅτε πνευματικὸν, καὶ ἀόρατον καὶ αὐτῷ τῷ δημιουργῷ. Ἔπαθε δὲ λοιπὸν κατ᾿ αὐτοὺς ὁ ψυχικὸς Χριστὸς, καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵνʼ ἐπιδείξῃ δι᾿ αὐτοῦ ἡ μήτηρ τὸν τύπον τοῦ ἄνω Χριστοῦ, ἐκείνου τοῦ ἐπεκταθέντος τῷ 3Σταυρῷ, καὶ μορφώσαντος τὴν Ἀχαμὼθ μόρφωσιν τὴν κατʼ οὐσίαν· πάντα γὰρ ταῦτα τόπους ἐκείνων εἶναι λέγουσι. Τὰς δὲ ἐσχηκυίας τό σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι γεγονέναι τῶν λοιπῶν· διὸ καὶ πλεῖον τῶν ἄλλων ἠγαπῆσθαι ὑπὸ τοῦ Δημιουργοῦ, μὴ εἰδότος τὴν αἰτίαν, ἀλλὰ παῤ αὑτοῦ λογιζομένου εἶναι τοιαύτας. Διὸ καὶ εἰς προφήτας, φασὶν, ἔτασσεν αὐτοὺς αὐτὰς, καὶ [*](M. 34.)
63
[*](G. 34.) ἱρεῖς, καὶ βασιλεῖς. Καὶ πολλὰ 1ὑπὸ τοῦ σπέρματος τούτον [*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 3.) εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως 2ὑπαρχούσας· πολλὰ δὲ καὶ τὴν μητέρα περὶ τῶν [*](IV. lxix.) ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν. Καὶ λοιπὸν 4τέμνουσι τὰς προφητείας, τὸ μέν τι ἀπὸ τῆς μητρὸς εἰρῆσθαι θέλοντες, [*](cf. c. xxxiv.) τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ. Ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως, τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος σἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς μητρὸς, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου. Τὸρ δὲ Δημιουργὸν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτὸν, κινεῖσθαι μὲν ἐπὶ τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομίσαντα, ἢ 5τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον
64
[*](LIB. I. i. 13. GR. I. i. 13. MASS. I. vii. 5.) καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον, ἢ τὴν προσπλοκὴν τῶν χειρῶν χειρόνων καὶ οὕτως ἀγνοοῦντα 1 ἄχρι τῆς παρουσίας τοῦ Κυρίου. Ἐλθόντος δὲ τοῦ Σωτῆρος, μαθεῖν αὐτὸν παῤ αὐτοῦ πάντα λέγουσι, καὶ ἄσμενον αὐτῷ 2προσχωρήσαντα μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ Εὐαγγελίῳ ἑκατόνταρχον. λέγοντα τῷ Σωτῆρι· καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι. Τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ [*](M. 35.) δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν, ἀλλὰ καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς μητρὸς τόπον χωρήσει.

14. Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν, χοϊκὸν, ψυχικὸν, καθὼς ἐγένοντο Κάϊν, Ἄβελ, Σήθ· καὶ

65
ἐκ τούτων1 τὰς τρεῖς φύσεις, 2οὐκέτι καθʼ ἓν, ἀλλὰ κατὰ [*](LIB. I. i. 14. GR. I. i. 14. MASS. I. vii. 5.) γένος. Καὶ 3τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν· καὶ τὸ ψυχι κὸν, ἐὰν τὰ βελτίονα ἕληται, 4ἐν τῷ τῆς μεσότητος τόπῳ ἀναπαύ σεσθαι· ἐὰν δὲ τὰ χαίρω, χωρήσειν καὶ αὐτὸ πρὸς [*](G. 35.) τὰ ὅμοια· τὰ δὲ πνευματικὰ, 5ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμὼθ ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς, παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα, διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος ἀξιωθέντα, νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ Σωτῆρος Ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αὐτῶν ἐν μεσότητι κατ᾿ ἀνάγκην 6μετὰ τοῦ Δημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές.
66
[*](LIB. I. i. 14. GR. I. i. 14. MASS. I. vii. 5.) Καὶ αὐτὰς μὲν τὰς ψυχιὰς 1ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσιν, ἃς μὲν φύσει ἀγαθὰς, ἃς δὲ φύσει πονηράς. Καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦ σπέρματος γινομένας· τὰς δὲ φύσει πονηρὰς μηδέποτε ἂν ἐπιδέξασθαι ἐκεῖνο τὸ σπέρμα.