In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τοῦ δὲ Ὄρνιθος ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν ζ΄ καὶ κ΄ μοίρας μέσης ἕως [τοῦ] Τοξότου β΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ Λέοντος ἕως Χηλῶν ι΄ μοίρας μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι 〈ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι〉.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῇ καρδίᾳ τοῦ Λέοντος λαμπρός, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, καὶ ὁ Ἀρκτοῦρος, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Ὄρνις ἐν ὥραις τέσσαρσι καὶ δυσὶ πεμπτημορίοις.

Τοῦ δὲ Κηφέως μόνα τὰ πρὸς τῇ κεφαλῇ μέρη ἀνατέλλει. συνανατέλλει δὲ αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Τοξότου Ϛ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας θ΄ μέσης ἕως Παρθένου α΄ καὶ κ΄. 〈καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ.〉

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κόρακος ὁ ἐν τῇ οὐρᾷ λαμπρός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τῆς Παρ- θένου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Κηφεὺς ἐν τρισὶν ἔγγιστα τεταρτη- μορίοις ὥρας μιᾶς.

Τῆς δὲ Κασσιεπείας ἀνατελλούσης συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου β΄ καὶ κ΄ μοίρας ἕως Αἰγόκερω ιβ΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ια΄ ἕως Σκορπίου γ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ θρόνῳ αὐτῆς λαμπρός, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ.

194

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, 〈ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ,〉 καὶ ὁ Ἀρκτοῦρος, ἔσχατος δὲ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου, καὶ τοῦ Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροῦ.

Ανατέλλει δὲ ἡ Κασσιέπεια ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει.

Τῆς δὲ Ἀνδρομέδας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω ιε΄ μοίρας ἕως Ὑδροχόου μοίρας δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου Ϛ΄ μέσης ἕως Τοξότου η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει αὐτῆς ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Στεφάνου ὁ ἐχόμενος τοῦ λαμπροῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τοῦ Ἐνγόνασιν.

Ἀνατέλλει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.

Τοῦ δὲ Ἵππου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ τῆς ἀρχῆς τοῦ Αἰγόκερω ἕως Ὑδροχόου μοίρας α΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν α΄ καὶ κ΄ μέσης ἕως Τοξότου Ϛ΄ μέσης. καὶ πρῶτος μὲν αὐτοῦ ἀστὴρ ἀνατέλλει ὁ νοτιώτερος τῶν ἐμπρο- σθίων ποδῶν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν 〈τῶν Χηλῶν〉 ὁ ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ, ἔσχατοι δὲ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπʼ εὐθείας κείμενοι, ἐκτὸς ὄντες αὐτοῦ, καὶ τοῦ Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ἵππος ἐν ὥραις τρισί.

[*](5. προηγούμενος*] ἡγούμενος vulg. || 6. μιᾷ] α΄ LMV edd., πρώτη P3. || 7. δʼ ἀνδρ. A. || 11. ἀστὴρ] om. M V, ὁ ἀστὴρ)
196

Τοῦ δὲ Ὀϊστοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας ε΄ ἕως Τοξότου ι΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου ιθ΄ ἕως Παρ- θένου ε΄ καὶ κ΄. καὶ πρῶτοι μὲν 〈ἀστέρες〉 ἀνατέλλουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι τῆς Παρθένου, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ Στάχυς, μικρὸν προηγού- μενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ὑπὸ τὸν ἀριστερὸν ὦμον τοῦ Κενταύρου.

Ἀνατέλλει δὲ ὁ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας.