In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τοῦ δὲ Ἀετοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θ΄ ἕως Τοξότου ιδ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου δ΄ καὶ κ΄ ἕως Παρθένου λ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Ἀετοῦ ὁ βορειότερος τῶν ἐν ταῖς πτέρυξι δύο μικρῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ Στάχυς, ἔσχα- τος δὲ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ.

Ἀνατέλλει δὲ ὁ Ἀετὸς ἐν δυσὶ πεμπτημορίοις τῆς ὥρας.

Τοῦ δὲ Δελφῖνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας κ΄ μέσης ἕως Τοξότου δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν η΄ μέσης ἕως Χηλῶν ιγ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα- τέλλουσιν οἱ ἡγούμενοι τῶν ἐν τῷ ῥόμβῳ τεσσάρων, ἔσχατος δὲ τῶν ἐν τῇ οὐρᾷ ὁ νοτιώτερος.

Μεσουρανεῖ δὲ 〈ἀστὴρ〉 πρῶτος μὲν ὁ ἀριστερὸς [*](3. ιθ΄ ἕως Παρθένου om. A, ad marg. add. m. 2 M (om. in fine lineae). || 8. 9. ἔσχατος — μεσημβρινοῦ om. B. || 11. ὁ)

198
ποὺς τῆς Παρθένου, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ βορειότατος τῶν ἐν τῷ θύρσῳ, καὶ τῆς Παρθένου ὁ ἀπʼ ἄρκτου κείμενος τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Δελφὶς ἐν τετάρτῳ μέρει μιᾶς ὥρας.

Τοῦ δὲ Περσέως ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω ε΄ καὶ κ΄ μοίρας ἕως Κριοῦ ιδ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου ιϛ΄ μέσης ἕως Αἰγόκερω η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, ἔσχατοι δὲ οἱ ὑπὲρ τὴν Πλειάδα ἐν τῷ ἀριστερῷ ποδὶ κείμενοι.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρός, καὶ τοῦ Ἐνγόνασιν ὁ προηγού- μενος τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι, ἔσχατος δὲ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γονατίοις, καὶ τοῦ Ὄρνιθος ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ὁ Περσεὺς ἐν ὥραις τρισὶ καὶ ἡμίσει καὶ τρίτῳ μέρει ὥρας.

Τοῦ δὲ Ἡνιόχου ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ια΄ μέσης ἕως Ταύρου ις΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου κ΄ μοίρας ἕως Αἰγόκερω θ΄ καὶ κ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα- τέλλουσιν οἱ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί.

Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι καὶ ὁ μέσος τῶν ἐν τῷ νώτῳ, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ δεύτερος ἀπʼ ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος· ἔσχατος [*](1. τῆς Παρθένου*] τῆς ἀνδρομέδας vulg.; τοῦ ἀρκτοφύλακος coni. Scal. || 2. θυρσῷ B ed. pr. || 11. τὴν πληιάδα L, τὴν)

200
δὲ μεσουρανεῖ ὁ ἐν τῷ ῥύγχει τοῦ Ἵππου λαμπρός, καὶ τοῦ Ὄρνιθος ὁ ἑπόμενος 〈τῶν〉 ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου δύο ἐκφανῶν.

Ἀνατέλλει δὲ ὁ Ἡνίοχος ἐν ὥραις τρισί.

Περὶ μὲν οὖν τὰς ἀνατολὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου ταῦτα συμβαίνει ἐν τῇ προειρημένῃ τοῦ κόσμου ἐγκλίσει, περὶ δὲ τὰς καταδύσεις τὰ τοιαῦτα.

Τοῦ Βοώτου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας Ϛ΄ ἕως Αἰγόκερω μοίρας ιθ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας β΄ καὶ κ΄ ἕως Κριοῦ δ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ ὁ βορειότατος τῶν ἐν τῷ κολλορόβῳ.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀπλανῶν πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἀπὸ νότου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, καὶ ὁ Σύνδεσμος τῶν λίνων.

Δύνει δὲ ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς τέσσαρσι καὶ δυσὶ μέρεσιν ὥρας.