In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ὁ μὲν οὖν Βοώτης συνανατέλλει τῷ ζῳδιακῷ ἀπὸ τῆς ἀρχῆς τῆς Παρθένου ἕως ζ΄ καὶ κ΄ μοίρας τῆς Παρθένου· μεσουρανεῖ δʼ ἀνατέλλοντος αὐτοῦ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Ταύρου ζ΄ καὶ κ΄ μοίρας μέσης ἕως Διδύμων κζ΄ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ τοῦ Βοώτου ἀνατέλλει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἀρχομένου μὲν ἀνατέλλειν τοῦ Βοώτου ὅ τε ἀριστερὸς ὦμος τοῦ Ὠρίωνος καὶ ὁ ἀριστερὸς πούς, ὡς ἡμιπήχιον προηγού- μενοι τοῦ μεσημβρινοῦ. λήγοντος δὲ αὐτοῦ μεσου- ρανεῖ τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων λαμπρός.

Ἀνατέλλει δὲ ὅλος ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς δυσὶν ὡς ἔγγιστα.

Τοῦ δὲ Στεφάνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Παρθένου ζ΄ καὶ κ΄ μοίρας ἕως Χηλῶν ε΄ μοίρας μέσης· μεσουρανεῖ δὲ τὸ ἀπὸ Διδύμων ϛ΄ καὶ κ΄ μοίρας μέσης ἕως Καρκίνου μοίρας ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροτάτου, ἔσχατος δὲ ὁ βορειότερος τῶν ὡς πρὸς ἀνατολὰς καὶ ἄρκτους κειμένων τοῦ λαμπροτάτου.

Μεσουρανεῖ δὲ ἀστὴρ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀνατολῆς τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων, ἔσχατον δὲ ὁ προηγού- μενος τῆς τοῦ Ὕδρου κεφαλῆς, ὁ ἐκφανής, ὅς ἐστιν 〈ἐν τοῖς νοτίοις ποσὶ〉 τοῦ Καρκίνου, καὶ τῆς Ἄρκτου [*](5. τμῆμα τὸ *⌋ τμήματος vulg. hic et infra. || 6. πρῶτος] sic vel πρῶτοι fere semper Vat., ᾱος vel ᾱοι paucis locis exc. P1P2,)

188
ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις ποσὶ δύο ἀστέρων, ἔγγιστα δὲ καὶ τῶν περὶ τὸ Νεφέλιον τοῦ Καρκίνου κειμένων οἱ πρὸς δύσιν.

Ἀνατέλλει δὲ ὁ Στέφανος ἐν δυσὶ μέρεσι μιᾶς ὥρας.

Τοῦ δὲ Ἐνγόνασιν ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ια΄ ἕως Σκορπίου μοίρας η΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων η΄ μέσης ἕως Λέοντος ιδ΄ μοίρας. καὶ πρῶτοι μὲν ἀστέρες τοῦ Ἐνγόνασιν ἀνατέλλουσιν ὅ τε ἐν τῷ δεξιῷ ποδὶ καὶ ὁ ἐν τῷ δεξιῷ γόνατι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἀνατέλλοντος τοῦ Ἐνγόνασιν πρῶτος μὲν τῶν ἐν τοῖς ποσὶ τῶν Διδύμων τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως, ἔσχατος δὲ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν περὶ τὸν λαμπρὸν τὸν ἐπὶ τῆς ὀσφύος κειμένων.

Ἀνατέλλει δὲ ὁ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.

Τοῦ δὲ Ὀφιούχου ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν θ΄ καὶ κ΄ μοίρας ἕως Σκορπίου γ΄ καὶ κ΄ μοίρας· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος γ΄ μοίρας ἕως Παρθένου γ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσι τοῦ Ὀφιούχου οἱ ἐν τῇ ἀριστερᾷ χειρί, ἀλλὰ μὴν καὶ [οἱ] ἐν τῷ Ὄφει κείμενοι, ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ ποδὶ αὐτοῦ τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν [ὁ] τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει τοῦ Λέοντος λαμπρῶν ὁ δεύτερος ἀπʼ ἄρκτου, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ τοῦ Κόρακος.

Ἀνατέλλει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις δυσί.

[*](1. ποσὶ δύο ἀστέρων] δυσὶν ἄστρασιν B ed. pr. || 4. μιᾶς] α΄ B edd. et sic plerumque. || 5. δʼ ἐνγόν. A || 6. ια΄*] ἑνδεκά-)
190

Τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας η΄ ἕως Τοξότου μοίρας α΄ μέσης· μεσουρανεῖ δὲ [ὁ] ἀπὸ Καρκίνου η΄ μέσης ἕως Παρθένου ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ὁ βορειό- τερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῷ ἀκρο- στολίῳ τῆς Ἀργοῦς λαμπρός, ὡς ἡμιπήχιον ὑπολει- πόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὅ τε Προτρυγητὴρ καὶ ὁ βορειότερος ὦμος τῆς Παρθένου, ὡς πηχυαῖον διάστημα τοῦ μεσημβρινοῦ ὑπολειπόμενος ἑκάτερος αὐτῶν.

Ἀνατέλλει δὲ ὁ Ὄφις ἐν ὥραις τέσσαρσι καὶ ἡμιωρίῳ.

Τῆς δὲ Λύρας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας θ΄ μέσης ἕως Σκορπίου ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιγ΄ μέσης ἕως Λέοντος μοίρας Ϛ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῆς Λύρας ὁ ἀπʼ ἄρκτων παρακείμενος τῷ λαμπροτάτῳ, ἔσχατος δὲ ὁ πρὸς ἀνατολὰς τῶν ἐν τῷ ζυγώματι αὐτῆς δύο λαμπρῶν.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν 〈ἐξ ἑκατέρου μέρους παρα- κειμένων τῷ〉 ἐπὶ τῆς ὀσφύος λαμπρῷ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Λέοντος λαμπρός, καὶ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι τῆς Παρθένου, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Ἀνατέλλει δὲ ἡ Λύρα ἐν τέσσαρσι πεμπτημορίοις μιᾶς ὥρας.

[*](3. δὲ ᾱ ἀπὸ LM. || 4. ιδ΄] τεσσαρεςκαιδεκάτης A. || 7. ἀαστὴρ Vat., ὁ ἀστὴρ P1P2. | πρῶτος*] πρῶτον A, α΄ B edd.;)
192