In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἃ μὲν οὖν ἐδόκει μοι χρήσιμα εἶναι τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου λεγομένων ἐν τοῖς Φαινομένοις

ἐπισκέψασθαί τε καὶ ὑπογράψαι, ταῦτά ἐστιν. ἑξῆς δὲ ὑποτάξω περὶ ἑκάστου τῶν ἀπλανῶν ἄστρων ἐπὶ κεφαλαίου, τίνι τε τῶν δώδεκα ζῳδίων συνανατέλλει καὶ συγκαταδύνει, καὶ ἀπὸ πόστης μοίρας τοῦ ζῳδίου ἀρξάμενον ἕως πόστης μοίρας ἔσχατον ἀνατέλλει ἢ [συγκατα]δύνει ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ [*](1. Κήτους] ἡνιόχου B edd. || 4. ἀλλὰ ὅλος B. ἀλλʼ ὅλος edd. || 5. ὁ . . . . λαμπρός*] οἱ . . . . λαμπροί Vat. B edd., οἱ . . . . λαμ- πρός P1P2. | χελωνίῳ Bedd. | 6. οὐδὲ*] οὔτε vulg. | ἀντικαταφέρ.*] συναναφέρ. vulg. || 10. μεχρὶ τῶν γον. B ed. pr., μέσφι αὐτῶν)

184
καθόλου ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν

ιδ΄ καὶ ἡμιωρίου. τὰς δὲ κατὰ μέρος αὐτῶν ἀποδείξεις ἐν ἄλλοις συντετάχαμεν οὕτως, ὥστε ἐν παντὶ τόπῳ σχεδὸν τῆς οἰκουμένης δύνασθαι παρακολουθεῖν ταῖς διαφοραῖς τῶν συνανατολῶν καὶ συγκαταδύσεων.

Πρῶτον μὲν οὖν ἐκθησόμεθα τὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου συνανατολάς τε καὶ συγκαταδύσεις, ἔπειτα δὲ τὰς τῶν νοτιωτέρων, ἐπὶ πᾶσι δὲ τὰς τῶν δώδεκα ζῳδίων· λέγω δὲ τῶν ἠστερισ- μένων, ἐπειδήπερ ἃ μὲν μείζονα τόπον ἐπέχει τοῦ δωδεκατημορίου, ἃ δὲ ἐλάσσονα. ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζῳδιακοῦ πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατʼ αὐτὰ δωδεκατημορίων.

Προσδιασαφήσομεν δὲ ἐφʼ ἑκάστου καὶ τό τε μεσου- ρανοῦν ἐν τῷ ζῳδιακῷ κύκλῳ ζῴδιον καὶ τὴν μοῖραν αὐτοῦ, πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν καὶ δύσεων οἱουδήποτε ἄστρου, καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων ἢ δύνει ἢ

ἀνατέλλει. ἕκαστον δὲ τούτων διασαφήσομεν κατὰ συνεγγισμὸν ἕως ἀδιαφόρου παραλλαγῆς. διότι γὰρ ἡ τοιαύτη πραγματεία πολλῷ τε τῶν ὑπὸ τῶν ἀρχαίων συντεταγμένων ἐστὶν εὐχρηστοτέρα καὶ πρὸς πολλὰ συντείνει τῶν κατὰ ἀστρολογίαν θεωρημάτων, εὐκατα- νόητον εἶναί σοι νομίζω.

[*](12. τίνα μὲν — τίνα δὲ A. || 16 τὴν μ⁰ B ed. pr. || 19 ποιου- δήποτε B (LV sine acc.), οἵου δήποτε edd. || 23. τῶν ὑπὸ] τῆς)