In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐν δὲ τοῖς ἐξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰση- μερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου λέγων φησίν·

  • αὐτοὶ δʼ ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισι
  • πάντες, ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.
  • γραφομένου δὴ διχῶς καὶ ἐν οἷς μέν· ,,αὐτοὶ δʼ ἀπλατέες·, ἐν οἷς δέ· „αὐτοὶ δὲ πλατέες“, ὁ Ἄτταλός φησι βέλτιον εἶναι ,,αὐτοὶ δὲ πλατέες“. „καὶ γὰρ οἱ „ἀστρολόγοι, φησί, πλατεῖς ὑποτίθενται τούς τε τροπι- „κοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν διὰ τὸ „τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου ,,πτοιεῖσθαι, ἀλλὰ ποτὲ μὲν νοτιώτερον, ποτὲ δὲ βορειό-

    „τερον.“ καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός φησι. λέγει γοῦν ἐν τῷ Ἐνόπτρῳ όὕτως· „φαίνεται δὲ „διαφορὰν τῶν κατὰ τὰς τροπὰς τόπων καὶ ὁ ἥλιος ,,ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ καὶ παντελῶς „ὀλίγην.“

    Δοκεῖ δή μοι καὶ ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖν, ὑπολαμβάνων τὸν ἥλιον ποτὲ μὲν νοτιωτέρας, ποτὲ δὲ βορειοτέρας ποιεῖσθαι τὰς τροπάς, καὶ διὰ τοῦτο δεῖν [*](1. περὶ τὴν ηʹ μοῖραν *] περὶ τὰ μέρη vulg.; περὶ τὰ πρῶτα μέρη coni. Maass. || 5. αἰώρηται AUr., αἰώρειται ed. pr. ||8. κύκλου om. B. || 9. δὲ πλατέες B. || 12. 13. ὁ Ἄτταλος — δὲ πλατέες)

    90
    τοὺς κύκλους πλατεῖς ὑποτίθεσθαι. εἰ γὰρ μὴ τὸν διὰ μέσων τῶν ζῳδίων φέρεται κύκλον ὁ ἥλιος, ἀλλὰ παραλλάσσει τοῦτον πρὸς ἄρκτους καὶ πρὸς μεσημβρίαν, ὡς καὶ ἡ σελήνη, δῆλον ὅτι καὶ ἡ ἀπὸ τῆς γῆς σκιὰ