In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ὁμοίως αὐτὸν παραλλάσσει. τούτου δὲ γινομένου ἔδει τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προρρήσεις, ὑποτιθεμένων γε δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου· οὐ διαφωνοῦσι δὲ πλέον ἢ δακτύλοις δυσί, σπανίως δὲ σφόδρα ποτὲ πρὸς τὰς χαριέστατα

συντεταγμένας πραγματείας. τό γε μὴν λέγειν τηλι- κοῦτον πλάτος ἔχειν καὶ τοὺς κύκλους ἴσον ἐστὶ τῷ ἀπλατεῖς αὐτοὺς ὑποτίθεσθαι, χωρὶς τοῦ καὶ αὐτὸ τοῦτο ἄδηλον εἶναι, πότερον παρὰ τὴν τοῦ ἡλίου κίνησιν ἢ παρὰ τὴν τῆς σελήνης τὰ μεγέθη τῶν τῆς

σελήνης ἐκλείψεων ἐπὶ τοσοῦτον διαφωνεῖ. ἔπειτα τοὺς τροπικούς μόνον διὰ τοῦτο πλατεῖς ὅ τε Ἄρατος ἔλεγεν 〈ἂν〉 καὶ οἱ μαθηματικοὶ ὑπετίθεντο, τὸν δὲ ἰσημερινὸν οὐκέτι. καθόλου τε οἶμαι τοὺς μαθημα- τικοὺς ἅπαντας τοὺς εἰρημένους 〈κύκλους〉 ἀπλατεῖς ὑποτίθεσθαι, τούς τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ἀεὶ φανερὸν καὶ τὸν ἀεὶ ἀφανῆ. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατόν ἐστι τούτους πλάτος ἔχοντας· τὸ γὰρ ἴδιον ἑκάστου περινοητικὴν καὶ ἀπλατῆ γραμμὴν ἔχον