In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι· ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια

σκέλη τοῦ ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται. ὁ γὰρ ἑπό- μενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοίρας κθʹ, ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοίρας δʹ, ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ.

Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερό- μενον παῤ αὐτοῦ·

  • αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
  • ἀντία δινωτοῖο Θυτηρίου·
  • μεταξὺ γὰρ τῆς δεξιᾶς χειρὸς καὶ τοῦ Θυ〈μια⟩τηρίου τό τε Θηρίον ὅλον κεῖται καὶ τοῦ Σκορπίου τὰ πλεῖστα [*](2. εἰπεῖν om. B. | 2—4. ἱκανὸν γὰρ — πρὸς δύσιν] hoc loco inserenda esse videbantur verba, quae praebent post προσδέ- χεσθαι AB edd. || 5. ἀπὸ ἀνατ. AB. | ἀπέχει Vat. | ὅπέρ ἐστι AB ed. pr. || 7. κἂν] καὶ B. || 8. εὗρον Vat. | δεῖν scrib. esse)
    88
    μέρη. ἡ μὲν γὰρ δεξιὰ χεὶρ περὶ τὴν ηʹ μοῖραν· τῶν Χηλῶν κεῖται, τὸ δὲ Θυμιατήριον ὑπὸ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου, ὡς καὶ αὐτὸς ὁ Ἄρατος λέγει·
  • αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο,
  • Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.