In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Εἰπὼν δὲ ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπʼ ἄρκτου ,,νεφέλῃ πεπιεσ- μένον“, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον·

  • εἰ δέ τοι ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
  • ὦμος, ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
  • αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα φαίνοι
  • νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ
  • εἰς νότον, ἀλλ εὔροιο περισκοπέειν ἀνέμοιο.
  • δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
  • τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
  • Σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἄγουσιν.
  • ἐν δὲ τούτοις πρῶτον μὲν ποῖον ὦμον τοῦ Κενταύρου σημειοῦται, ἔστιν εἰπεῖν, ὡς οὐδαμῶς χωρὶς τοῦ ἑτέρου ὁ εἷς αὐτῶν ἠστέρισται, ἀλλʼ ἀμφότεροι, 〈οὐδʼ ἀμ- [*](1. πλέον A. || 5. 6. σπόνδ. B edd., praeterea σφόνδ. | μετὰ τὸ στῆθος post δεύτ. om. A. || 14. εἰ δέ τοι κεν A, εἰ δέ κεν edd. || 15. ὀλίγην AB. | γέ μεν A. | εἰλύε A, ἰλύϊ B, εἱλύει edd., εἱλύοι comi. Scal. || 16. μετʼ ὄπισθεν A. | φαίνοι] τεῦχε A, τεύχοι edd. 17. ἐπιπαμφ. B. || 18. εὕροιο A. | περισκοπέειν LM V, περισκο- πεύειν ed. pr. || 20. τοῦ δήιοι τοῦ μὲν B, τοῦ δήτοι τὰ μὲν edd 21. ἱππουραῖα A edd. | ἄγχουσιν Vat. || 23. σημειοῦται, ἔστιν])

    86
    φότεροι〉 ἅμα μεσουρανοῦσιν, ὥστε ἀδιάφορον ἢ ἐπὶ τοῦ ἑνὸς εἰπεῖν ἢ ἐπʼ ἀμφοτέρων οὕτως· ἱκανὸν γὰρ διεστήκασιν οἱ ὦμοι τοῦ Κενταύρου ἀπʼ ἀλλήλων ὡς

    ἀπʼ ἀνατολῆς πρὸς δύσιν. ἐὰν δὲ ὁ ὦμος τοῦ Κενταύρου ἴσον ἀπʼ ἀνατολῆς καὶ δύσεως ἀπέχῃ, περ ἐστὶ τὸ αὐτὸ τῷ ἀπὸ ἑσπερίης, ὃ δὴ γίνεται μεσουρανοῦντος αὐτοῦ, κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ Θυτηρίου, τότε εὖρον, ἀλλʼ οὐ νότον δεῖ προσδέχεσθαι.