In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

νοτίου πόλου. ὁμοίως δὲ καὶ ὁ Ἄτταλος, ὡς ἂν συν- αποφαινόμενος αὐτῷ, ἀγνοεῖ. ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως· ,,περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν ,,αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ,,ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν „κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ „γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν.“

Ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. πρῶτον μὲν γὰρ οἱ ἐν τῷ Θυμιατηρίῳ ἀστέρες οὐκ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖνται, ἀλλὰ πολλῷ εἰσιν ἀλλήλων οἱ μὲν νοτιώτεροι, οἱ δὲ βορειό- τεροι· ἔπειτα ἐὰν τοῦτο παραπέμψαντες ποιώμεθα τὴν σύγκρισιν πρὸς τὸν μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐδʼ οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον· ὁ μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει μοίρας νθʹ, ὁ δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς

ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοίρας μῶ. πολλῷ οὖν πλέον ἀπέχει ὁ Ἀρκτοῦρος τοῦ Θυμιατηρίου· καὶ [*](1. δή τοι B edd. || 2. πεύσεε Vat. P1. | ἀρκτούροις Vat., ἀρκτούριο M. || 13. πρὸς] περὶ edd. || 14. ὑπὲρ γῆν B. || 19. ἐπὶ τοῦ αὐτοῦ corr. Scal., ἐπὶ ταυτοῦ A, ἐπὶ τούτου τοῦ B edd. ||)

84
οὐ μόνον γε τοῦ Θυμιατηρίου πλεῖον ἀπέχει, ἀλλὰ καὶ αὐτοῦ τοῦ Σκορπίου, ὑφʼ ᾧ κεῖται τὸ Θυμιατήριον, χωρὶς τῶν ἐν τῷ στήθει καὶ τῷ μετώπῳ αὐτοῦ κει- μένων ἀστέρων καὶ ἔτι ἑνός, τοῦ πρώτου μετὰ τὸ στῆθος σφονδύλου· ὁ μὲν γὰρ δεύτερος μετὰ τὸ στῆθος σφόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοίρας νθ΄, ὅσας καὶ ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου· οἱ δὲ λοιποὶ ἔλασσον τούτου ἀπέχουσι, καὶ ὁ νοτιώτατος αὐτῶν ἀπέχει μοίρας νβʹ γʹʹ.