In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους, ὑπὸ τὸν Λαγωόν, κεῖνται ἀστέρες ἀνώνυ- μοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει· οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν ὁμοίως διαμορφω- θῆναι ζῷα ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα,

ἃ διετύπωσέ τις τῶν ἀρχαίων. οὐκέτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι· πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατʼ ἰδίαν διερριμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς „ἤλιθα μορφώσας·. διʼ ἣν αἰτίαν ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματο- ποιῆσαι.

Ἑξῆς δέ φησιν ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου·

  • αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο,
  • Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
  • [*](1. ὁ πρῶτος A edd. || 2. κατασυστάσεις AM. || 3. ἐδυνήθη edd. || 7. δέ] δή A. || 10. μηδὲ P² Ur., μὴ δὲ cett. ἀλλὰ συνετῶς AMV, ἀλλασυνετως (sic) LP³. || 11. κεκρατημένος A. || 16. οἷα ἐστὶ A. 17. οὐκ ἔτι B edd. || 19. κατιδίαν Vat. P1. || 20. μεταβαλεῖν AB, περιλαβεῖν coni. Wilam. et Maass. || 21. πῶς A ed. pr. || 22. τῷ)
    82
  • τοῦ δʼ ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψσθʼ ἐόντος
  • πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο·
  • καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
  • Ἀρκτούρου, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται.
  • ἐν δὲ τούτοις δοκεῖ μοι ἀγνοεῖν ὁ Ἄρατος ὑπολαμ- βάνων, ὅσον ἀπέχει ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ