In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἑξῆς 〈δὲ〉 ἀγνοοῦσι πάντες περὶ τοῦ Κηφέως, ὅτι οἱ πόδες αὐτοῦ μετὰ τοῦ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου τρίγωνον ἰσόπλευρον περιέχουσιν, ὡς καὶ ὁ Ἄρατός φησιν·

  • ἴση οἱ στάθμη νεάτης ἀποτείνεται Ἄρκτου
  • εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει.
  • ἡ γὰρ μεταξὺ τῶν ποδῶν ἐλάσσων ἐστὶν ἑκατέρας τῶν λοιπῶν, ὥστε ἰσοσκελὲς τρίγωνον γίνεσθαι, καὶ μὴ ἰσόπλευρον.

    〈Ἐν δὲ τοῖς ἐξῆς ἀγνοεῖ ὁ Ἄρατος, λέγων περὶ τῆς Κασσιεπείας·

  • τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται·
  • κεῖται δὲ ἡ Κασσιέπεια πρὸς ἀνατολὰς τοῦ Κηφέως.〉 καὶ ἐπὶ τῆς Λύρας δὲ ὁμοίως λέγει ὁ Ἄρατος·
  • κὰδ δʼ ἔθετο (φησὶν αὐτὴν ὁ Ἑρμῆς) προπάροιθεν
  • ἀπευθέος εἰδώλοιο.
  • κεῖται δὲ πρὸς ἀνατολὰς τοῦ Ἐνγόνασι. καὶ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τὰ πρὸς ἀνατολὰς κείμενα [ἀρρενικῶς] πρότερα καλεῖ ὁ Ἄρατος· τοὐναντίον γὰρ ἐν πολλοῖς τὰ πρὸς δύσιν μέρη πρότερα καλεῖ, εὐθέως γοῦν τὰ περὶ τοῦ Κριοῦ εἰπὼν ἐπιφέρει τὰ περὶ τοὺς Ιχθύας καί φησιν·
  • 〈οἱ δʼ ἄῤ ἔτι προτέρω, ἔτι δʼ ἐν προβολῇσι νότοιο,
  • Ἰχθύες,〉
  • οἳ καὶ προηγοῦνται αὐτοῦ.

    [*](7. ἡ γὰρ] εἰ γὰρ A. | ἔλασσόν ἐστιν A, ἐλάσσω ἐστιν B. 15. καδ᾿ εθετο A, καδδέθετο V, sine acc. L. || 16. ἀπʼ εὐθέος AP3V, ἀπευθεος (sic) L, ἀπευθεοσεῖδόλοιο M. || 18. τοῦτʼ ἐστὶν P1P2, τοῦτό ἐστιν B edd. || 19. [ἀρρεν.] del. esse censuit Scal. |)
    54