In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Κριῷ. καὶ μὴν οὐδὲ τοῦτʼ ἔστι βοηθοῦν αὐτῷ, διότι οὐ περὶ ὅλου λέγει, ἀλλʼ ὅτι τῶν ἅμα αὐτῷ συνανα- τειλάντων μερῶν τοῦ Ἡνιόχου πρότερος καταδύνει ὁ Ταῦρος. ψεῦδος γάρ ἐστι καὶ τοῦτο· τὰ γὰρ πρὸς τοῖς ποσὶν αὐτοῦ μέρη οὐχ οἷον ὑστερεῖ τοῦ Ταύρου, ἀλλὰ καὶ προκαταδύνει. ἐγγίων γοῦν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Ἡνιόχου τῇ κζʹ μοίρᾳ τοῦ Ταύρου συγκατα-

δύνει. εἴπερ οὖν ἀκολούθως τοῖς φαινομένοις ἔγραφεν, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, πολλῷ βέλτιον ἦν καὶ παραδοξότερον λέγειν τὸν δεξιὸν πόδα τοῦ Ἡνιόχου ὕστερον ἀνατείλαντα πρότερον καταδύνειν, καὶ μὴ ἅμα ἀνατείλαντα ὕστερον δύνειν.

[*](1. συναναφαίνονται B edd. | ἰχθῦσι B. || 4. ἀμφορέονται LP3M, ἀφορ. V. || 5. συμφέρεσθαι B edd. | κατὰ τὸν αὐτὸν B. || 7. ἐν om. B edd. | τὰς συνανατολὰς edd. || 9. μὲν γὰρ ιστέροῦ LV, μὲν γαρι στεροῦ P3, μὲν γὰρ ἱκτεροῦ M. || 10. προσανα- τέλλει A. || 14. τοῦτό ἐστιν B edd. || 19. ἐγγίων*] ἐγγιω vulg. ὁ τὰ vulg. || 22. ὡς om. ed. pr | ὁ ante Ἄττ. om. B. || 23. τὸν δεξιὸν πόδα *] τὸν πόδα ἄκρον vulg. || 24. ἀνατείλαντος B edd. || 25. συνανατείλαντα B.)
52