In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ψευδῶς δὲ καὶ τοῦτο ὁ Ἄρατος περὶ τῆς Κασσιε- πείας λέγει, ὅτι ἐστὶν

  • οὐ μάλα πολλὴ
  • νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·
  • οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν·
  • οἱ γὰρ πλεῖστοι τῶν ἐν αὐτῇ δεικνυμένων λαμπρότεροί εἰσι τῶν ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου, οὕς φησι καὶ ἐν τῇ πανσελήνῳ ἐκφανεῖς εἶναι, λέγων οὕτως·
  • τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι
  • εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ
  • εἰσωποὶ τελέθοιεν·
  • σχεδὸν δὲ καὶ τῶν ἐν τῇ Ἀνδρομέδᾳ λαμπρότεροί εἰσι, πλὴν τοῦ ἐν τῇ κεφαλῇ καὶ τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ, περὶ ἧς φησιν

  • οὔ σε μάλʼ οἴω
  • νύκτα περισκέψασθαι, ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι·
  • τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν
  • ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.