In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

κοὶ τῷ Κριῷ συνανατέλλει. καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν·

  • ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ
  • Ταύρῳ συμφορέονται.
  • ἀλλʼ ὅσα λέγει Ταύρῳ συναναφέρεσθαι, ταῦτα κατʼ αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα

    ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται. τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατʼ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τὸ